Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.177.1
Not analysed yet
ΛΟΓΟΣ ΙΒ. Εἰς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι «Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν.» Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον; Πρὸς τοῦτο λύσις. Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευασμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ' αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ' ὑμῖν ἀμαθῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐτοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα. Οἶμαι δ' αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατάληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμάτων ἐφαντάζεσθε, ἀλλ' ἀκολούθως τοῖς εἰρημένοις ἀκριβῶς ἐζητεῖτε, πῶς μὲν ὁ Υἱὸς ἐν Πατρὶ, πῶς δέ ἐστιν ὁ Πατὴρ ἐν Υἱῷ. Ὡς γὰρ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα καὶ ὁμοιότης, οὗτος ἐν ἐκείνῳ κἀκεῖνος ἐν τούτῳ φαίνεται. Ἐπειδὴ δέ φατε μηδὲν εἶναι θαυμαστὸν, εἰ καὶ ὁ Υἱός ἐστιν ἐν Πατρὶ, διὰ τὸ καὶ ἡμᾶς ἐν αὐτῷ κινεῖσθαι καὶ ζῇν, ἀναγκαῖον ὑμᾶς κἂν τούτῳ πολὺ πλανωμένους ἐπιδεῖξαι καὶ τῆς ἀληθείας ἐκβεβηκότας τὸν ὅρον. Οὐ γὰρ καθάπερ ἐν ἑκάστῳ τῶν ἁγίων γινόμενος ὁ Θεὸς ἁγιάζει τούτους, οὕτως ἐστὶ καὶ ἐν τῷ Χριστῷ. Ἀλλ' αὐτὸς ὁ Υἱὸς δύναμίς ἐστι καὶ σοφία τοῦ Πατρὸς, ἁγιάζων πάντα τὰ μετέχοντα αὐτοῦ ἐν Πατρὶ, αὐτὸς δὲ πάλιν οὐ κατά τινα μετουσίαν ἅγιος ὢν ὥσπερ ἡμεῖς, οὐδὲ κατὰ χάριν Υἱὸς κεκλημένος, ἀλλὰ γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἀΐδιον. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν Πατρὶ καθάπερ ἡμεῖς· ἡμεῖς μὲν γὰρ ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· ὁ δὲ κατὰ φύσιν Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς ἀεὶ ζώσης,