Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.180
Not analysed yet
ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, ζωὴ κατὰ φύσιν ἐστὶ, πάντα ζωογονῶν· οὐ κατὰ μετοχὴν ζωῆς ζωογονούμενος ὥσπερ ἡμεῖς. Ἢ γὰρ ἂν οὐκ ἂν εἴη κατὰ φύσιν ζωή. Τὸ γὰρ ἐπείσακτον καὶ ἔξωθεν προσπορισθὲν, οὐκ ἂν νοοῖτο κατὰ φύσιν προσὸν τῷ κεκτημένῳ. Λέγει δὲ ὁ Υἱός· «Ἐγώ εἰμι ἡ ζωή.» Οὐκ ἄρα, καθάπερ ἡμεῖς ἐν Θεῷ ζωογονούμεθα, ταυτὸν δὴ καὶ αὐτὸς τὸν τρόπον ζῇ καὶ ἔστιν· ἀλλ' ὄντως τοῦτο κατὰ φύσιν ὑπάρχων ὅπερ εἶναι φησὶν ἑαυτὸν, τουτέστι, ζωὴν, καὶ ὢν ἐν Πατρὶ φυσικῶς, ἕν τε ὑπάρχων ὡς πρὸς αὐτὸν διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἥτις ἐστὶν ἡ θεότης. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Ἑαυτὸν εἶναί φησιν ἐν Πατρὶ, καὶ ἐν αὑτῷ τὸν Πατέρα, διὰ τὸ μήτε τὸν λόγον, ὃν ἐποιεῖτο πρὸς ἅπαντας, μήτε μὴν τὰ ἔργα ἴδια αὐτοῦ εἶναι· ἀλλὰ τοῦ τὰ τοιαῦτα λαλεῖν ἐντειλαμένου Πατρὸς, καὶ τοῦ δεδωκότος τὴν δύναμιν εἰς, τὴν τῶν ἔργων συμπλήρωσιν. Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἐξέστω, καθ' ὑμᾶς, ὦ αἱρετικοὶ, καὶ ἑκάστῳ τῶν ἀγίων τὴν τοιαύτην ἀποφθέγγεσθαι φωνήν· ἐπεὶ καὶ αὐτοὶ θείων γεγόνασι ῥημάτων διάκονοι, καὶ τὸ δύνασθαι λαβόντες ἄνωθεν, ἔργων παραδόξων γεγόνασι ποιηταί. Ὁ μὲν γὰρ μακάριος Δαβὶδ, «Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ὁ δὲ σοφώτατος Σολομὼν· «Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ.» Καὶ Μωσῆς ὁ μακάριος τῶν τοῦ Θεοῦ ῥημάτων πιστὸς γέγονε διάκονος, καὶ ἀπαξαπλῶς ἕκαστος τῶν προφητῶν οὐ τοῖς ἰδίοις ἐκέχρητο λόγοις, ἀλλὰ, «Τάδε λέγει Κύριος,» εἶχεν ἐπὶ γλώττης ἀεί. Ἔστι μὲν οὖν ἐκ τούτων ἰδεῖν, ὅτι καὶ πολλοί τινες ἕτεροι τοὺς παρὰ Θεοῦ διακονησάμενοι φαίνονται λόγους· εἰργάζοντο δὲ παράδοξα καὶ αὐτοὶ, παρὰ Θεοῦ δὲ, καθάπερ εἴρηται, λαβόντες τὸ δύνασθαι. Καὶ γοῦν οἱ τοῦ Σωτῆρος μαθηταὶ πρὸς τοὺς ἀποθαυμάζοντας τὰ παρ' αὐτῶν γινόμενα λέγουσιν· «Ἄνδρες ἀδελφοὶ, τί ἡμῖν προσέχετε ὡς ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν τὸν χωλόν.» Ἐξέστω τοιγαροῦν καὶ ἑκάστῳ τούτων τῇ τοῦ Κυρίου κεχρῆσθαι φωνῇ καὶ λέγειν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» ἐπειδὴ καὶ αὐτῶν, καθάπερ ἤδη προείρηται, ἕκαστος καὶ λόγοις ἐχρήσατο θείοις, καὶ δυνάμεις πεποίηκε παρὰ Θεοῦ τὸ δύνασθαι λαβών. Καὶ οὕτως οὐδὲν ἐξαίρετον ἐν Υἱῷ, ἀλλὰ ἔσται καὶ αὐτὸς τῶν πάντων εἷς, μάτην, ὡς ἔοικε χρηματίζων Υἱὸς, εἰ τὸ περιττὸν οὐδὲν ἐν αὐτῷ. Ἀλλὰ τοῦτο ἄτοπον, κρατήσει πάντως τὸ ἕτερον. ΑΛΛΟ. Εἰ πᾶσιν ἐξῆν τοῖς ἁγίοις ἢ καὶ ὅλως ἑτέρῳ τινὶ κτιστὴν ἔχοντι τὴν φύσιν εἰπεῖν, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» εἶπεν ἂν ὁ ἐπιστάμενος τοῦτο Σωτὴρ, εἴπερ ἦν ἀληθές· Κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί ἐστιν· ἵνα φαίνηται διδάσκων, ὅτι καθάπερ ἐν ἑτέροις ἐστὶν, οὕτω καὶ ἐν ἐμοί· καὶ ὥσπερ ἄλλοι τινὲς ἐν αὐτῷ εἰσιν, οὕτω κἀγώ. Νυνὶ δὲ προσλαβὼν οὐδένα τῶν ἄλλων, ἑαυτῷ δὲ μόνῳ προσὸν ἐπιστάμενος τοῦτο διὰ τὸ ἐκ τῆς