Ancient Greek · ~12 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.181.1
Not analysed yet
οὐσίας εἶναι τοῦ Πατρὸς, μετὰ πολλῆς τινος τῆς ἐπιτηρήσεως, «Ἐγὼ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκ ἄρα κοινὸν ἔχει μετὰ πάντων τὸ ἀξίωμα, ἀλλ' ἰδιάζον καὶ ἐξαίρετον ὡς Υἱὸς, καὶ Λόγος, καὶ Θεός. ΑΛΛΟ, διδάσκον ὅπως χρὴ νοεῖν τὸ προκείμενον ῥητόν. Ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ νοηθήσεται κατὰ τοῦτον τὸν τρόπον. Ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προῆλθεν ὁ Υἱὸς, οὐ καθάπερ τὰ κτίσματα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν, ἢ ἔξωθέν ποθεν τὴν τοῦ εἶναι σύστασιν ἔχων, ἀλλ' ἔστι τῆς τοῦ γεννήσαντος οὐσίας τὸ ἴδιον· ὥσπερ οὖν ἐκ φωτὸς ἀπαύγασμα, ἢ καὶ ἀπό τινος πηγῆς ἐκβαίνει ποταμός. Ἔστιν οὖν τοῖς ὁρῶσι τὸν Υἱὸν, τὴν τοῦ Πατρὸς οὐσίαν ὁρᾷν, καὶ τὸ τοῦ γεννήσαντος ἴδιον ἀπὸ τούτου νοεῖν. Ὅτιπερ ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισιν, οὕτως ἐστὶν ἐν Πατρὶ, καὶ πάλιν ἐκ τῶν ἐναντίων, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, ἐπειδήπερ ὅπερ ἐστὶν αὐτὸς φύσει, τοῦτο καὶ ὁ ἐξ αὐτοῦ προελθὼν Θεὸς Λόγος. Φαίνεται δὲ καὶ ἔστιν ἐν Υἱῷ, ὥσπερ οὖν καὶ ἐν τῷ παρ' αὐτοῦ προελθόντι ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ τοῦτον ἀναβλύζουσα πηγή. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐν Υἱῷ κείμενον, καὶ τῆς θεότητος, ἵν' οὕτως εἴπω, τὸ εἶδος δεικνύει πᾶσιν αὐτὸν ἐν αὐτῷ. Ἐπιτηρῆσαι δὲ χρὴ καὶ ἀναγκαίως εἰδέναι ὅτιπερ οὐ τῆς τυχούσης οἰκονομίας ἕνεκα τὴν τοιαύτην ὁ Σωτὴρ εἴρηκε φωνήν. Ἐπειδὴ γὰρ τὴν ταυτότητα τῆς φύσεως ἣν ἕχει πρὸς τὸν γεννήσαντα, δεῖξαι βουληθεὶς, εἶπεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἵνα μή τις τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν ὑπολάβῃ, μόνοις ὀνόμασι διαστελλομένους εἰς δυάδα, ὄντας δὲ οὐχ οὕτως ἐν ὑποστάσει, ἀναγκαίως ἐπεξηγούμενος ὅπερ εἴρηκε, καὶ σαφέστερον τοῖς ἀκροωμένοις αὐτὸ καθιστῶν, ἐπιφέρει τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» ἵνα διὰ μὲν τοῦ, τοῦτον ἐν ἐκείνῳ, κἀκεῖνον ἐν τούτῳ φαίνεσθαι, τὴν ταυτότητα τῆς θεότητος καὶ τῆς οὐσίας τὴν ἑνότητα δείξῃ· διὰ δὲ τοῦ ἕτερον ἐν ἑτέρῳ εἶναι, μὴ ἕν τι ὂν ἐν ἀριθμῷ νοηθῇ, ὃ ποτὲ μὲν Πατὴρ, ποτὲ δὲ Υἱὸς λέγεται ἀλλ' ὄντως ὑφεστῶτα Πατέρα, καὶ ὑφεστῶτα Υἱὸν ἐναργέστερον ἀποδείξῃ. ΑΛΛΟ. Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν μέν εἰσι κατὰ φύσιν, δύο δὲ ἐν ἀριθμῷ, οὐχ ὡς ἑνός τινος εἰς δύο καταδιαιρεθέντος μέρη, ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ σχέσεως ἀμέτοχα, οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ἵνα ἐν μόνῃ προσηγορίᾳ φαίνηται τῆς δυάδος ἡ δύναμις· οὐδὲ ὡς τοῦ αὐτοῦ ποτὲ μὲν Πατρὸς, ποτὲ δὲ Υἱοῦ λεγομένου, τοῦτο γὰρ Σαβελλίου τὸ δόγμα, ἀλλ' εἰσὶ μὲν ἀριθμῷ δύο· ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, οὐδέ ποτε εἰς Υἱὸν μεταποιούμενος· καὶ πάλιν, ὁ Υἱὸς οὐδέποτε εἰς Πατέρα μεταβαλλόμενος. Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ, μία φύσις ἀμφοτέροις καὶ ἡ αὐτὴ θεότης, ἐοικότος ἀεὶ τοῦ γεννήματος τῷ γεγεννηκότι φυσικῶς. Εἰκὼν γάρ ἐστι, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστά-