Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.184.1
Not analysed yet
σεως τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Οὕτω γὰρ ἕνα φαμὲν εἶναι Θεὸν διὰ τὴν ταυτότητα τῆς φύσεως Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα. ΑΛΛΟ. Ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα οὐκ ἄν τις εἴποι κατὰ φύσιν ἕτερον εἶναι φῶς παρ' ἐκεῖνον, ἢ κατὰ μετουσίαν τινὰ καὶ σχέσιν τὴν ἐξ αὐτοῦ τοιοῦτο γίνεσθαι, ἀλλ' ὄντως φύσει προϊὸν ἐξ αὐτοῦ, καὶ δύο μὲν ταῦτα φῶτα κατ' ἐπίνοιαν ὁρᾶται, ἓν δέ εἰσι κατὰ φύσιν· οὕτως οὐκ ἄν τις εὐλόγως, εἰ καὶ εἰς δυάδα τέμνοιτο Πατρός τε καὶ Υἱοῦ ὁ ἀριθμὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα ἐρεῖ τὸν Υἱὸν, ὅσον εἰς τὴν θεότητα καὶ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ' ὥσπερ ὁ ἥλιος ἐν τῷ ἀπαυγάσματί ἐστι τῷ ἐξ αὐτοῦ προελθόντι, καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ ἀφ' οὗ καὶ ἐξῆλθεν, οὕτως ἐστὶ Πατὴρ ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρὶ, ἀριθμῷ μὲν εἰς δυάδα τεμνόμενοι, καὶ ὄντες οὕτως ἐν ὑποστάσει, τῇ δὲ ταυτότητι τῆς φύσεως εἰς μίαν σφιγγόμενοι θεότητα. ΑΛΛΟ. Εἴ τις ἀκριβῶς ἐξετάσαι τὴν θείαν Γραφὴν, εὑρήσει τοσούτοις ὀνόμασιν ἀποκαλούμενον τὸν Υἱὸν, ὅσοισπερ ἂν ἴδοι καὶ τὸν Πατέρα, δίχα μόνον τοῦ λέγεσθαι Πατέρα· καὶ πάλιν ἐπὶ Πατρὸς τὴν ἴσην ἀντιστροφὴν, τοσούτοις ὀνόμασιν ἀποκαλούμενον αὐτὸν, ὅσοις καὶ ὁ Υἱὸς, δίχα μόνον τοῦ λέγεσθαι Υἱόν. Ἥξει δὲ ἡμῖν καὶ δι' ἐναργῶν ἀποδείξεων ὁ λόγος. Παντοκράτωρ ὁ Πατὴρ, φέρεται καὶ ἐφ' Υἱοῦ· «Τάδε λέγει ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.» Κύριος ὁ Πατὴρ, καὶ «Εἷς Κύριος. Ἰησοῦς Χριστός.» Φῶς ὁ Πατὴρ, λέγει καὶ ὁ Υἱός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ὁ Πατὴρ ἀφίησιν ἁμαρτίας· ποιεῖ τοῦτο καὶ ὁ Υἱός· «Ἵνα γὰρ, φησὶν, εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας.» Ἐπειδὴ τοίνυν πάντα πρόσεστι τῷ Υἱῷ ὅσα καὶ ἐν τῷ Πατρὶ, ἀληθεύων λέγει· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Καὶ πάλιν πρὸς τὸν ἑαυτοῦ Πατέρα τοὺς λόγους ποιούμενος φάσκει· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Εἰ τοίνυν ὅσα πρόσεστι τῷ Πατρὶ, ταῦτα καὶ τῷ Υἱῷ· καὶ πάλιν, ὅσα πρόσεστι τῷ Υἱῷ, ταῦτα καὶ τῷ Πατρὶ, οὐ ψεύδεται λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» τῆς τῶν προσόντων ταυτότητος ἐν τῇ δυάδι φαινομένης ἀπαραλλάκτως. Ἐπειδὴ δὲ τοῦτο ἀληθὲς, ἴδιον ἂν εἴη γέννημα τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἐφόρεσε κατὰ φύσιν τὰ τοῦ γεννήσαντος, οὐκ ὢν ἐξ αὐτοῦ, οὐδ' αὖ προσῆν τῷ Πατρὶ τὰ τοῦ γεννήματος, εἰ μὴ τῆς οὐσίας αὐτοῦ ἴδιον ὑπῆρχε τὸ γεννηθέν. Ἄλλως ὡς ἐξ ὑποδείγματος. Ὥσπερ ἂν εἴ τις εἰς εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα· εἴποι δ' ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφή· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν βασιλέα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺς