Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.185
Not analysed yet
ἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν, καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐν ἐμοὶ, κατὰ τὸ τῆς μορφῆς σχῆμα (τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφὴ, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ πάντως σώζεται)· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἀπαραλλάκτως ἔχων ὁ Υἱὸς, εἰκών ἐστι τοῦ Πατρὸς ἀκριβὴς, καὶ μορφὴ τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῇ δεικνύουσα τὸν γεγεννηκότα. Οὕτω γὰρ νοήσεις καὶ τὸ παρὰ τῷ Παύλῳ κείμενον· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἴσος γὰρ ἦν τῷ Θεῷ ὅλος ὢν Θεὸς, ὥσπερ καὶ ὁ Πατήρ· οὕτως ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάττων ὁ Θεός· οὕτως ἅπερ ἐργάζεται ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα. Οὐδεμιᾶς γὰρ ἐν αὐτοῖς οὔσης διαφορᾶς ὅσον εἰς θεότητα καὶ φύσιν, τὸ κωλύον οὐδὲν ἔργα τοῦ Πατρὸς λέγεσθαι τὰ τοῦ Υἱοῦ, καὶ τὸ ἀντικείμενον. ΑΛΛΟ. Εἰ πάντα ὅσα πρόσεστιν ἐξαίρετα τῷ Πατρὶ, ταῦτα προσόντα καὶ τῷ Υἱῷ φαίνεται, οὐ κατὰ χάριν ἐπιγεγονότα, οὐδὲ κατά τινα μετοχὴν, ἀλλὰ φυσικῶς, ὥσπερ καὶ τῷ γεγεννηκότι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἢ τὸ μερίζον εἰς ἀνομοιότητα, δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ αὐτὸ τῆς πατρικῆς οὐσίας τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅλον ἐν ἑαυτῷ φορεῖ τὸν Πατέρα· καὶ ὅλος ἐστὶν ἐν Πατρὶ κατὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ διά τοι τοῦτο καλῶς τε καὶ ἀκολούθως ἐρεῖ· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Διὰ γὰρ τοῦ μηδὲν αὐτῷ παραλελεῖφθαι τῶν ὅσα πρόσεστι τῷ Πατρὶ, τοιοῦτος ἔσται πάντως ὁποῖος ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν. ΑΛΛΟ. Πατὴρ καλεῖται Θεὸς, συνεισφερομένης αὐτῷ πάντως τῆς ὑπάρξεως τοῦ Υἱοῦ· οὐ γὰρ ἂν εἴη Πατὴρ, οὐκ ἔχων τὸν ἐξ ἑαυτοῦ προελθόντα Λόγον. Καὶ πάλιν ἡ τοῦ Υἱοῦ προσηγορία συνεισάγει πάντως τὴν τοῦ Πατρὸς ὕπαρξιν. Τοῦτο γὰρ ὡς πρὸς ἐκεῖνο σημαίνεται. Εἰ τοίνυν ἀναγκαίως θάτερόν ἐστιν ἐν θατέρῳ, καὶ Πατὴρ μὲν σημαίνεται μετὰ τοῦ ἰδίου γεννήματος· Υἱὸς δὲ πάντως μετὰ τοῦ γεννήσαντος αὐτὸν, προσαληθεύει, λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» ΑΛΛΟ. Εἰ πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα, καὶ πάλιν, ὁ προσκυνῶν τῷ Πατρὶ, προσκυνεῖ τῷ Υἱῷ, πῶς οὐχ οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ὢν ἐν τούτῳ δειχθήσεται κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον; Διὰ γὰρ τοῦτο καὶ μία προσκύνησις ἡ ἐν Υἱῷ καὶ Πατρὶ γινομένη σὺν ἁγίῳ Πνεύματι, καὶ εἷς Θεὸς παρὰ πάντων ὁμολογεῖται, καὶ ἔστιν, ὡς οὐδεμιᾶς μεταξὺ κειμένης διαφορᾶς Πατρός τε καὶ Υἱοῦ, ἀλλ' ἐν ταυτό-