Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.188
Not analysed yet
τητι τῆς οὐσίας ὄντων καὶ οὐδὲν ἐχόντων ὃ τῆς φυσικῆς ἰδιότητος ἀποτέμνει τὸν ἕτερον. ΑΛΛΟ. Δόγμα, ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ Πατὴρ, φασὶν, ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, κατὰ τόδε τὸ σχῆμα. Ἐπειδὴ γὰρ κατὰ οὐδένα τρόπον διαφωνοῦσιν ἐν τοῖς κρίμασιν, ἢ ἐν τοῖς νοήμασιν, ἀλλ' ἅπερ ἂν ὁ Πατὴρ βούληται, καὶ ὁ Υἱὸς ταῦτα, καὶ πάλιν ἅπερ ἂν ὁ Υἱὸς ἐθελήσῃ, ταῦτα καὶ ὁ Πατὴρ, καὶ συμφωνία τις καὶ ταυτότης θελημάτων καὶ γνώμης ἐν αὐτοῖς φαίνεται, κατὰ τοῦτο Πατὴρ ἐν Υἱῷ, καὶ Υἱός ἐστιν ἐν Πατρί. Πρὸς τοῦτο λύσις. Ἄρ' οὖν ἐξέσται καὶ ἀγγέλοις ἢ καὶ ἄλλαις λογικαῖς δυνάμεσι, περὶ ὧν ἐν Ψαλμοῖς εἴρηται· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» ταῖς τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς, ὡς ἕκαστον εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καίτοι παντί τῳ δῆλον, ὅτι πάντα ὅσα βούλεται Θεὸς, ταῦτα πάντως καὶ Ἄγγελοι βούλονται, καὶ Ἀρχάγγελοι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Ἐξουσίαι, καὶ τούτων οὐδὲν διαφωνοῦν εὑρίσκεται πρὸς τὴν θείαν βούλησιν. Οὐ γὰρ ἂν ἔμεινεν ἐν τῇ οἰκείᾳ τάξει, μὴ τοῦτον ἔχοντα τὸν σκοπόν. Ὁ γὰρ ἕτερόν τι παρὰ τὸ τοῦ Θεοῦ θέλημα ζητήσας, ἤκουσε· Νῦν δὲ εἰς ᾄδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Εἰ τοίνυν ἕκαστον τῶν εἰρημένων θέλει μὲν ὅσα βούλεται Θεὸς, ἕστηκε δ' ἐν τούτῳ, καὶ σώζει τὴν οἰκείαν ἀρχὴν, καὶ οὐδαμοῦ φαίνεται ταῖς τοῦ Υἱοῦ κεχρημένον φωναῖς, οὐχὶ συμφωνία τῆς γνώμης, οὐδὲ τὸ βούλεσθαι τὰ αὐτὰ, δεικνύει τὸν Υἱὸν ἐν Πατρὶ καὶ τὸν Πατέρα πάλιν ἐν Υἱῷ, ἀλλ' ἡ τῆς οὐσίας ἀπαράλλακτος ὁμοιότης, καὶ ἡ ταυτότης τῆς κατὰ φύσιν ἰδιότητος. ΑΛΛΟ. Ἐπειδὴ μένουσιν ἀκλόνητον ἔχοντες τὴν στάσιν καὶ σώζοντες τὴν οἰκείαν ἀρχὴν Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ αἱ τούτων ἀνωτέρω λογικαὶ δυνάμεις, πρόδηλον δήπουθεν ὡς οὐ στασιάζουσι κατὰ τῶν τοῦ Θεοῦ θελημάτων, ἀλλ' εἴκουσί τε καὶ ὑποτάσσονται τοῖς τοῦ πεποιηκότος νόμοις, καὶ σύμφωνον ἔχουσι πρὸς Θεὸν τὴν γνώμην, ὡς πάντα βούλεσθαί τε καὶ ποιεῖν ὅσαπερ αὐτῷ δοκεῖ. Οὕτω τοίνυν ἔχοντος τοῦδε, καὶ συνομολογουμένου παρὰ πᾶσιν, ὅτου δὴ χάριν μόνος ὁ Υἱὸς Μονογενὴς, καὶ Λόγος καὶ σοφία ἐστίν; Ἔδει γὰρ, εἴπερ ὄντως τὸ θέλειν ὅσα καὶ ὁ Πατὴρ βούλεται, Μονογενῆ καλεῖσθαι ποιεῖ, καὶ σοφίαν, καὶ Λόγον, καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι ταῦτα ὑπάρχειν, καὶ τοσούτοις ὀνόμασιν ἀποκαλεῖσθαι καὶ αὐτὰ, ὅσοισπερ ἂν καὶ ὁ Υἱός. Εἰ δὲ τούτων οὐδὲν, οὔτε Μονογενής ἐστιν Υἱὸς, οὔτε Λόγος, οὔτε σοφία, οὔτε φῶς, οὔτε ἀπαύγασμα, οὔτε μορφὴ, οὔτε εἰκὼν τοῦ Πατρὸς, ἀναγκαῖον εἰδέναι λοιπὸν, ὅτιπερ οὐ τὸ βούλεσθαι τὰ αὐτὰ τῷ Πατρὶ,