Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.189
Not analysed yet
οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν τὴν γνώμην παρασκευάζει λέγειν τὸν Υἱόν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ πάλιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν·» ἀλλ' ὅτι, τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φέρει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. Κρατοίη δ' ἂν ὁ αὐτὸς οὗτος λόγος καὶ ἐπ' ἀνθρώπων ἁγίων, οἷς τὸ ἀκολουθεῖν τοῖς θείοις θελήμασι σκοπὸς, καὶ οὐκ ἔστιν εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τὸ καλεῖσθαι, φασὶν, Υἱὸν καὶ εἰκόνα τοῦ Πατρὸς, ἕνα αὐτῷ κατὰ φύσιν ἐργάζεται τὸν τοιούτοις ὀνόμασιν ἀποσεμνυνόμενον, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἐπειδήπερ καὶ υἱοὶ κεκλήμεθα, καὶ κατ' εἰκόνα γεγόναμεν Θεοῦ, ὁμοίους εἶναι κατ' οὐσίαν αὐτῷ; Πρὸς τοῦτο λύσις. Ἀλλ' ἡμῖν μὲν, ὦ βέλτιστοι, κατὰ χάριν· τῷ δὲ Θεοῦ Λόγῳ κατὰ φύσιν τοῦτο ὑπάρχει. Καὶ περὶ μὲν ἐκείνου λέγεται· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;» ὡς οὐκ ἐπείσακτον ἔχοντος, ἀλλὰ φυσικὸν τὸ ἀξίωμα. Περὶ δὲ ἡμῶν· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ Υἱοὶ Ὑψίστου πάντες.» Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς εἰ μὴ πᾶσαν ποιησαίμεθα σπουδὴν εἰς τὸ παραιτεῖσθαι τὸ φαῦλον, ῥᾳδίως ἐξ ὧν εἰλήφαμεν ἀποπεσεῖν δυνάμεθα. Εἰλήφαμεν δὲ κατὰ χάριν τὸ καλεῖσθαι καὶ υἱοὶ καὶ θεοὶ, ἃ δὴ φυσικῶς πρόσεστι τῷ Υἱῷ. Εἰκὼν δὲ πάλιν χρηματίζομεν Θεοῦ, ἐπειδήπερ τὴν ἀληθινὴν εἰκόνα τὸν Λόγον αὐτοῦ ἐδεξάμεθα, καὶ ᾤκησεν ἐν ἡμῖν, ἢ καὶ ἐν τελευταίοις καιροῖς ἐνηνθρώπησε διὰ τὴν ἡμετέραν σωτηρίαν. Πολλή τις οὖν καὶ ἄμετρος ἡ διαφορὰ, μεταξύ τε ἡμῶν τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ τοῦ κατὰ φύσιν ὄντος καὶ ἀληθινῶς. Καὶ φλυαρία μᾶλλον ὑμῶν ἡ πρότασις ἢ νόημα χρήσιμον δέδεικται. ΑΛΛΟ. Εἰ ταύτης ἕνεκα καὶ μόνης τῆς αἰτίας ὅμοιον εἶναι τῷ Πατρί φατε τὸν Υἱὸν, ὦ χριστομάχοι, ὅτι δὴ πάνθ' ὅσα βούλεται ὁ Πατὴρ, ταῦτα καὶ αὐτὸς, οὐκ ἔσται τῷ Πατρὶ μᾶλλον προσεοικὼς, ἀλλὰ τοῖς τοῦ Πατρὸς θελήμασι. Καὶ ὁ μὲν Πατὴρ, καθ' ὑμᾶς, ὀνόματι μόνον τοῦτό ἐστιν· ὁ δὲ Υἱὸς, οὔτε υἱὸς, οὔτε ἀπαράλλακτος τοῦ γεννήσαντος εἰκὼν, ἀλλὰ μόνων τῶν θελημάτων αὐτοῦ μιμητής. Ἐπεὶ καὶ ὁ Παῦλος μιμητὴς ὑπάρχων τοῦ Χριστοῦ καὶ προσεοικὼς αὐτῷ κατά τε τὸ βούλεσθαι πάνθ' ὅσα καὶ αὐτὸς ἐβούλετο, καὶ κατὰ τὸν τῆς διδασκαλίας λόγον, ἔχει μὲν εἰκόνα τῶν θελημάτων αὐτοῦ, οὐκ ἔστι δὲ κατὰ φύσιν ὁ αὐτὸς τῷ Υἱῷ τοῦ Θεοῦ. Εἰ δὲ τοῦτο ἄτοπον ὁμοῦ καὶ ἀσεβὲς, ἀνάγκη φέρειν τὴν ὁμοιότητα κατὰ μόνης τῆς οὐσίας καὶ τοὺς τῆς φύσεως χαρακτῆρας. Οὔτω γὰρ ὄντως ἀληθέστερον εἰκὼν τοῦ Πατρὸς ὁ