Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.192
Not analysed yet
Υἱὸς ἀναδειχθήσεται, ὡς καὶ δύνασθαι λέγειν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» ΑΛΛΟ, τρόπῳ διηγηματικῷ. Οὕτως ἔν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, καὶ κατὰ τόνδε τὸν τρόπον ἐμφερής ἐστιν αὐτῷ, ὡς ἂν ἐφ' ἡμῶν νοηθείη υἱὸς πρὸς τὸν ἑαυτοῦ πατέρα κατά γε τὸν τῆς οὐσίας λόγον, καὶ ὡς ἂν ἴδοι τις πρὸς τὸν ἥλιον τὸ ἐξ αὐτοῦ προϊὸν ἀπαύγασμα. Διὰ γὰρ τοῦτο καὶ διὰ τὸ οὕτως ἔχειν τὸν Υἱὸν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατὴρ ἐργάζεται, καὶ πρὸς τοὺς ἁγίους ἐρχομένου πάλιν αὐτοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος, ὡς αὐτὸς ἔφησεν· «Ἐλευσόμεθα, ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Πάντα γὰρ, καθάπερ ἤδη προείρηται, παρὰ Πατρὸς δι' Υἱοῦ γίγνεται· καὶ γοῦν εἴ ποτέ τισιν ἁγίοις δέδοται χάρις, ταύτην ὁ Πατὴρ δι' Υἱοῦ χορηγήσας φαίνεται. Καὶ μάρτυς ὁ Παῦλος γράφων πρός τινας· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πάλιν ὁ αὐτὸς ἑτέροις ἐπιστέλλων· «Αὐτὸς δὲ ὁ Πατὴρ καὶ Θεὸς ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς.» Ἀλλ' εἰ μή τις ἦν ἑνότης Πατρὶ πρὸς Υἱὸν, εἶπεν ἂν, Κατευθύνοιεν τὴν ὁδὸν ἡμῶν, ἵνα τοὺς δύο σημάνῃ. Νυνὶ δὲ τοῦτο μὲν οὐ ποιεῖ· τὴν δὲ ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τηρήσας σαφῶς, τὸ κατευθύναι τέθεικεν ἑνικῶς· οὐχ ὡς ἰδίᾳ μὲν τοῦ Πατρὸς, ἰδίᾳ δὲ χορηγοῦντος τοῦ Υἱοῦ, ἀλλ' ὡς Πατρὸς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι ἐκ τῆς μιᾶς θεότητος πεμπομένων τῶν χαρισμάτων εἰς τοὺς ἁγίους. ΑΛΛΟ. Εἰ κεχώριστο κατὰ φύσιν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, καὶ εἰ μή τις ἑνότης ἀδιάστατος ἦν ἐν αὐτοῖς ὁποίαν ἔχει τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον, ἐξήρκει καὶ μόνον τὸν Πατέρα τοῖς ἁγίοις ἐπιδιδόναι τὰ χαρίσματα, μὴ συμπαραλαμβανομένου πρὸς τοῦτο καὶ τοῦ Υἱοῦ. Εἰ γὰρ κτιστῆς ἐστιν οὐσίας, καὶ ἕτερόν τι παρὰ τὸν Θεὸν, ποῖον ἔχει λόγον οὐδενὸς τῶν ἄλλων κτισμάτων ἐπικοινωνοῦντος Θεῷ πρὸς τὴν δόσιν τῶν θείων χαρισμάτων, μόνον αὐτὸν παραλαμβάνεσθαι; Οὐ γὰρ ἀνέξεταί τις λέγοντός τινος· Δοίη σοι τὰ αἰτήματά σου Θεὸς τυχὸν ὁ Πατὴρ καὶ ὁ ἄγγελος· ἀλλ' οὐδὲ εἴ τι μεῖζον ὀνομάσειεν ἀγγέλου. Μόνῳ γὰρ τὸ διδόναι πρέπει Θεῷ. Εἰ δὲ δίδωσιν, οὐ μετά τινος ἑτέρου τῶν κτισμάτων, ἀλλὰ μόνῳ σὺν Υἱῷ καὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δῆλον ἐντεῦθεν ἂν εἴη καὶ παντί τῳ γνώριμον, ὅτιπερ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιόν ἐστι γέννημα, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, αὐτός τε ὁμοίως ὑπάρχων ἐν τῷ Πατρὶ, πάντα ἐνεργεῖ καὶ ἐργάζεται καὶ χορηγεῖ τοῖς ἁγίοις τὰς δωρεάς. Καὶ μάρτυς ὁ Παῦλος λέγων· «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ.» ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰρήκατε, φασὶ, μηδὲν τῶν κτισμάτων συμπαρα-