Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.225
Not analysed yet
τασκευή. Τίς γὰρ τῶν εὖ φρονούντων οὐκ ἂν εἰκότως ἐπιστυγνάσαι τοῖς εἰς τοσαύτην ἐμπεπτωκόσιν ἀμαθίαν; Τίς δὲ οὐ θρηνήσαι τοὺς εἰς τοσαύτην ὀλισθήσαντας ἀβουλίαν; Εἰ γὰρ ἀνόμοιός ἐστι κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, ὅμοιος δὲ κατὰ τὸ εἶδος, πρῶτον μὲν ἀνάγκη λέγειν ἐκ διαφόρων συγκεῖσθαι τὸν Υἱὸν, καὶ τοῦτο, ἀλλήλοις πολὺ μαχομένων καὶ ἐναντίως ἐχόντων, τοῦ ὁμοίου, φημὶ, καὶ τοῦ ἀνομοίου· ἅπερ ἀλλήλοις καθ' ἕν τι τὸ ὑποκείμενον ἄμικτά τέ ἐστι καὶ ἀσύμβατα. Καὶ εἰ κατά τι προσεοικὼς, οὐχ ὅλος ἐστὶ φῶς, ἀλλ' οὐδὲ ὅλος ἀλήθεια, οὐδὲ φύσει Θεός. Εἶτα πρὸς τούτῳ καὶ εἰς αὐτὸν διαβήσεται τὸν γεγεννηκότα τῆς δυσφημίας τὸ βάρος. Ἔσται γὰρ ἡμῖν σύνθετος καὶ αὐτὸς ὁ Πατὴρ ἔκ τε οὐσίας καὶ νοήματος, εἴπερ κατὰ μὲν τὸν τῆς οὐσίας λόγον ἀνόμοιός ἐστι τῷ Υἱῷ, ὅμοιος δὲ κατὰ τὴν ἔννοιαν. Πῶς οὖν ὁ Πατὴρ εὑρεθήσεται τῶν πάντων ἀρχὴ, σύνθετος ὢν καθ' ὑμᾶς καὶ οὐχ ἁπλοῦς; Καίτοι τῆς ἀρχῆς οὐδὲν προεπινοεῖσθαι δύναται. Μηδενὸς δὲ προεπινοουμένου τῆς ἀρχῆς, οὐδαμόθεν αὐτῇ τὸ σύνθετον προσγενήσεται. Ἐπείπερ τὰ σύνθετα σύνοδός τις τῶν ἁπλῶν ἐργάζεται. Πανταχόθεν τοιγαροῦν ὁρωμένης τῆς ἐν τούτοις ἀτοπίας, σαθροτάτη μὲν ἔσται τοῖς χριστομάχοις ἡ πρότασις. Ἀναιρεθείσης δὲ τῆς ἐν τούτοις δυσφημίας, ὅμοιος ἔσται κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδαμόθεν τῆς πρὸς αὐτὸν φυσικῆς ὁμοιότητος ἐξωθούμενος. ΑΛΛΟ. Εἰ μὴ κατ' οὐσίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, μόνης δὲ τῆς ἐννοίας αὐτοῦ χαρακτὴρ ὥσπερ τις καὶ εἰκὼν, τελείαν ἔχειν πρὸς αὐτὸν ὁμοιότητα οὐ δύναται· ἐπειδὴ καὶ ἡμεῖς κατ' εἰκόνα γεγονότες τοῦ Δημιουργοῦ, τότε μάλιστα τοῦτο φαινόμεθα σώζοντες, ὅτε τῆς θειότητος αὐτοῦ μέτοχοι γινόμενοι διὰ τοῦ ἐνοικοῦντος ἡμῖν ἁγίου Πνεύματος, πρὸς τὴν θείαν μορφούμεθα φύσιν. Καὶ γοῦν οἱ μήπω μετασχόντες αὐτοῦ, οὔπω σύμμορφοι καθεστήκασι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἰ τοίνυν φυσικὴ μὲν ὁμοιότης οὐδεμία τοῦ Πατρὸς ἐν Υἱῷ, μόνοι δὲ τῆς ἐννοίας οἱ χαρακτῆρες ἐμφαίνονται, οὐχ ἕξει τὸ τελείως ὅμοιον, ὅπερ ἐστὶ καὶ μόνον, ἐννοεῖν ἀπίθανον. Πῶς γάρ ἐστιν ἴσα Θεῷ; Εἰ δὲ τοῦτο ἄτοπον, κρατήσει ἄρα τὸ ἕτερον, ὅπερ ἐστὶ καὶ ἀληθέστερον· ὅτι τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸ δὴ τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅμοιος ἔσται καὶ κατ' οὐσίαν αὐτῷ. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετοχῆς τῆς πρὸς τὸ θεῖον, κατ' εἰκόνα τὴν πρὸς αὐτὸν μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ αὐτοῦ ἀνθρώπου κατασκευῇ, πρὸς τὸ φαίνεσθαι καὶ γενέσθαι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις, τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον. Λέγει που Παῦλος· Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀλλ' εἴπερ ἐξήρκει καὶ δίχα τῆς τοῦ Πνεύματος μετοχῆς κατ' εἰκόνα φαίνε-