Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.25
Not analysed yet
εις δυάδα τέμνων τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγων Θεότητα. ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτός ἐστιν ὁ Υἱὸς, ὡς ἐκεῖνον ἐν αὐτῷ φαίνεσθαι, κατὰ τὸ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα,» ἀνάγκη λέγειν, ἀγένητον εἶναι τὸν ἐξ ἀγενήτου προελθόντα Πατρός· ἐπεὶ πῶς ἂν ἐν τῷ γενητῷ ὀφθείη ποτὲ τὸ ἀγένητον; Εἰ γὰρ τὸ ἀρχέτυπον ἐν τῷ μιμήματι φαίνοιτο, ἔσται πάντως κατὰ τοῦτο κἀκεῖνο. Ὥρα λέγειν οὖν γενητὸν εἶναι καὶ τὸν Πατέρα, καθ' ὃν ἡ εἰκὼν ἐμορφώθη. Εἰ δὲ τοῦτο ἄτοπον, ἔσται πάντως ἀγενήτου τὸ ἀγένητον εἰκών. ΑΛΛΟ. Ὁ μακάριος Μωσῆς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἐξηγούμενος, εἰσφέρει λέγοντα Θεόν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν·» ἐν δὲ τῷ λέγειν, ἡμετέραν, πάλιν ἡ δυὰς σημαίνεται· συνόντος δηλονότι καὶ συνθεολογουμένου τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ ἐν ἑνὶ τῷ ἀνθρώπῳ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φαίνεται εἰκὼν, κατ' οὐδὲν ἄρα τῆς πρὸς ἀλλήλους διαλλάττουσιν ὁμοιότητος. Ἀνόμοιον δὲ γενητῷ τὸ ἀγένητον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, ἵνα μὴ ἀνόμοιος φαίνηται. ΑΛΛΟ. Λέγεται παρὰ ταῖς θείαις Γραφαῖς παντοκράτωρ καὶ Κύριος ὁ Πατήρ· ἀλλ' οὐχ ὡς ἕν τι τῶν κρατουμένων ἢ κυριευομένων νοεῖται καὶ ὁ Υἱὸς, διὰ τὸ πάντων κρατεῖν τε καὶ κυριεύειν ἐκεῖνον· κρατεῖ γὰρ πάντων καὶ κυριεύει μετὰ Πατρὸς, παντοκράτωρ καὶ αὐτὸς ὑπάρχων καὶ Κύριος. Ὥσπερ οὖν ἐν τούτοις οὐχ ὡς ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἀλλ' ἐπὶ τὴν τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται, οὕτω καὶ ἐπὶ ἀγενήτου, οὐ πρὸς τὸν Υἱὸν, ἀλλὰ πρὸς τὴν κτίσιν ἡ σύγκρισις, κἂν ἓν εἶναι λέγηται τὸ ἀγένητον· διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ. Ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἐν ἑαυτῷ συνεισφέρει· τὰ γὰρ τοιαῦτα δι' ἀλλήλων σημαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην. Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι' ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ' ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη, συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος οὐδέν. Καὶ ὁ μὲν Πατέρα λέγων, ἀφ' ὧν ἔστι σημαίνει Θεόν· ὁ δὲ ἀγένητον εἰπὼν, ἀφ' ὧν οὐκ ἔστιν· ἔστι μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι. Ὅτι δὲ μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον σημαίνεται Θεὸς, ἐκ τοῦδε γένοιτ' ἂν παντί τῳ σαφές.