Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.241
Not analysed yet
ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ὁ Πατὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Φησί που Χριστός· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ἐπείσακτον ἤτοι κατὰ μετοχὴν, καὶ οὐκ οὐσιῶδες ἔχει τὸ εἶναι ζωὴ, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Φυγὼν δὲ τοῦ λόγου τὴν ἀτοπίαν, ἐξ ἀνάγκης ὁμολογήσεις τὸ ἕτερον· ζωὴ γὰρ κατὰ φύσιν ὁ Υἱός. ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς τὴν οὐσίαν ὁ Υἱὸς ἀπαραλλάκτως χαρακτηρίζειν λέγεται, ἔστι δὲ οὐ κατὰ φύσιν ζωὴ, ἀλλ' ἐν προσθήκης μέρει τοῦτο λαμβάνει, τοῦτο καὶ ὁ Πατὴρ νοηθήσεται. Τὸ δὲ ἐν τούτοις ἄτοπον, παρεισοίσει τὸ ἐναντίον, ὅπερ ἐστὶ καὶ ἀληθές. ΑΛΛΟ. Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἐνέργειαν ἔχειν, οὐκ ἄν τις δῴη σωφρονῶν. Οὐδὲ γὰρ ἂν ὕδατι πῦρ ἕν τι καὶ ταυτὸν ἐνεργήσειεν, ἀλλ' ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποδώσουσι τὴν ἐνέργειαν. Εἰ τοίνυν ζωῆς ὄντος κατὰ φύσιν τοῦ Πατρὸς, οὐκ ἔστι τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς, ὥσπερ τοῖς χριστομάχοις δοκεῖ, πῶς τὴν αὐτὴν ἐνέργειαν φορέσει τῷ Πατρί; Φησὶ γάρ που Χριστὸς, ὅτι Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐ γὰρ δή που ζωοποιεῖσθαι μὲν ἑτέρως ἐροῦσι τοὺς ὅσοι παρὰ τοῦ Πατρὸς τοῦτο λαμβάνουσι, ζωοποιεῖσθαι δὲ πάλιν καθ' ἕτερον τρόπον τοὺς παρὰ τοῦ Υἱοῦ τοῦτο δεχομένους. Οὕτω γὰρ ἔφησε ζωοποιεῖν τὸν Πατέρα, ὡς ἂν ζωοποιήσειεν ὁ Υἱὸς, πανταχοῦ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα τῷ Πατρὶ ἑαυτὸν ὁριζόμενος. Οὐκοῦν οὐκ ἀνόμοιος ἔσται πρὸς τὸν γεγεννηκότα· ἀλλ' ὥσπερ ἐκεῖνος φύσει ζωὴ λέγεται καὶ ἔστιν, οὕτω καὶ ὁ Υἱός. ΑΛΛΟ. Εἰ τὴν ἀλήθειαν ταῖς Ἰωάννου φωναῖς ἐπιψηφιούμεθα, πάντα δώσομεν ἐργάζεσθαι δι' Υἱοῦ τὸν Πατέρα. Εἰ δὲ τοῦτο, ἓν δὲ τῶν ἔργων τοῦ Πατρὸς καὶ τὸ ζωοποιεῖν τινας, ἔσται ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ζωοποιεῖ, ἵνα μὴ νόθος μεσίτης παρεισαγόμενος, ἀμέτοχον δείξῃ Θεοῦ τὸ τῇ πρὸς αὐτὸν σχέσει ζωοποιούμενον. ΑΛΛΟ. Εἰ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Υἱὸς, ὥσπερ εἰς ἑνότητα φυσικὴν συνάπτων τὰ ἄκρα· ἀναγκαῖον εἰπεῖν ὅτι, ὥσπερ ἀνθρώποις συνήφθη φυσικῶς ἄνθρωπος γεγονὼς, οὕτω καὶ τῆς θείας φύσεως ἤρτηται Θεὸς κατὰ φύσιν ὑπάρχων. Εἰ δὲ τοῦτο, ἐπεὶ κατ' οὐσίαν καὶ οὐκ ἔξωθεν ἔχει τὸ εἶναι ζωὴ ὁ Πατὴρ, ἔσται τοιοῦτος καὶ ὁ προσεχὴς αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός.