Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.244
Not analysed yet
ΑΛΛΟ. Πανταχοῦ τὸν Υἱὸν αἱ θεῖαι Γραφαὶ καλοῦσιν Ἀλήθειαν, καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ τοῦτό φησιν· «Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια.» Εἰ τοίνυν διεψευσμένον ἐν αὐτῷ τὸ τῆς ζωῆς πρᾶγμα, καὶ οὐκ οὐσιῶδες, οὐδὲ ἀληθινὸν, πῶς οὐ ψεύσεται λέγων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν; Ἀλλὰ μὴν οὐ ψεύδεται· τοῦτο γὰρ ἀσεβὲς καὶ μόνον ἐννοεῖν· ἀλήθεια δέ ἐστιν. Οὐκ ἄρα διεψευσμένον ἔχει τὸ εἶναι ζωή. ΑΛΛΟ. Εἰ ζωοποιεῖ τοῦ Πατρὸς ἡ γνῶσις τοὺς ἔχοντας αὐτὴν, ζωοποιεῖ δὲ ὁμοίως καὶ ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἔσται κατ' οὐσίαν ὁ αὐτὸς, ὁ ταῖς τοῦ Πατρὸς ἰδιότησιν οὕτω διαπρέπων, ὡς ἂν εἰ καὶ αὐτὸς ὁ Πατήρ; ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. «Ὥσπερ ὁ Πατὴρ, φησὶν, ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» Ἐνταῦθα τοῖς οὐκ ἐθέλουσι νοεῖν ὀρθῶς, εἰς πολλὴν ὁ λόγος κινδυνεύσει δυσφημίαν ἐκπεσεῖν. Εἰ γὰρ ἔχειν ἐν ἑαυτῷ λέγεται ζωὴν ὁ Πατὴρ, ἕτερόν τί ἐστιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ ζωήν. Εἰ δὲ τοῦτο διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ αὐτὸν νοηθήσεται, πῶς οὖν ἁπλοῦς καὶ σύνθετος κατ' οὐσίαν ὁ Θεός; Ἀλλὰ τοῦτο ἄτοπον. Ἡ ζωὴ ἄρα ἣν ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Υἱόν· καὶ πάλιν ἡ ἐν Υἱῷ ζωὴ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Πατέρα, καὶ ἀληθεύει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.» ΑΛΛΟ. Τὰ προσόντα τῷ Θεῷ καὶ Πατρὶ φυσικά τε καὶ οὐσιώδη λέγων ἰδιώματα, φησί που Παῦλος· «Ὁ μόνος ἔχων ἀθανασίαν.» Εἰ τοίνυν οὐδὲν ἕτερόν τις ὁριεῖται λέγων τὴν ἀθανασίαν παρὰ τὴν ζωὴν, αὔτη δέ ἐστιν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, τὸν Υἱὸν δηλονότι, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Αὐτός τε ὁμοίως ὑπάρχων ζωὴ, δέδωκεν ἑαυτὸν τῷ Υἱῷ· οὐχ ὡς σῶμα χωρήσας ἐν σώματι, οὐδ' ὡς τῷ Υἱῷ παραχωρήσας τὴν ἰδίαν ὑπόστασιν, καὶ ἐν αὐτῷ λοιπὸν τὸ εἶναι ἔχων· ἀλλ' ὑπάρχων μὲν τοῦθ' ὅπερ ἐστὶν ἀεὶ Πατὴρ καὶ Θεός. Τῇ δὲ τῆς οὐσίας ταυτότητι καὶ τῇ τῆς φύσεως ἑνότητι πρὸς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον ἀποῤῥήτως συνδούμενος. ΑΛΛΟ. Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατὴρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱὸν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δυνατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηται