Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.245
Not analysed yet
ζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ. ΑΛΛΟ. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησὶν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Καταστήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γὰρ, φησὶν, ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρίνειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυκλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέχεσθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέγεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι τὰ πάντα χορηγεῖν ΛΟΓΟΣ ΙΕ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται· οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Οἱ τῆς Ἀρείου μανίας προστάται τὴν ἑαυτῶν ἀσέβειαν πιθανοῖς, ὡς οἴονται, καλλωπίζοντες ῥήμασι, λέγουσι· Κτίσμα ἐστὶν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἒν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πρὸς ταῦτα λύσεις ἐφεξῆς διάφοροι. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, πῶς οὐχ ἓν τῶν ποιημάτων· καὶ εἰ ὅλως κτίσμα, πῶς οὐχ ἓν τῶν κτισμάτων; Ἔστι γὰρ τοῦτο φρονεῖν γελοιότατον. Εἰ γὰρ ὅλως κτίσμασιν ἢ ποιήμασιν οὐκ ἔστιν ἐναρίθμιος ὁ Υἱὸς, οὔτε κτίσμα ἂν εἴη οὔτε ποίημα. Εἰ δὲ ἐκτίσθη καθ' ὑμᾶς καὶ πεποίηται, πῶς οὐκ ἀναγκαίως ὡς ἓν ἔσται τῶν γενομένων; ΑΛΛΟ. Φασὶν ὅτι ποίημά ἐστιν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Καὶ νομίζουσι μὲν, ἐξαίρετόν τινα διὰ τούτου προσάγειν αὐτῷ τὴν τιμὴν, ἐπειδήπερ ποίημα μὲν εἶναι, οὐ μὴν ὡς ἕν τι τῶν ποιημάτων ὁμολογοῦσιν αὐτόν. Ἀλλ' οὐδὲν ἐν τούτῳ τὸ ἐξαίρετον· ἀλλ' ἕν τι καὶ αὐτὸς τῶν ἄλλων φανεῖται. Ἕως γὰρ ἂν ἐπ' αὐτοῦ τὸ πεποιῆσθαι κρατῇ, καὶ εἶναι κτίσμα πιστεύηται, οὐδέν τι τῶν ἄλλων κατὰ τοῦτο διοίσει, κἂν διαλλάττῃ κατὰ τὴν φύσιν, ἢ κατά τινα τρόπον ἕτερον. Οὕτω γὰρ ἄν τις ἔχοντα βλέποι τὰ πεποιημένα παρὰ Θεοῦ συγκρίνων πρὸς ἄλληλα. Εὑρήσει γὰρ