Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.248
Not analysed yet
αὐτὰ καὶ ταῖς ὑπεροχαῖς νικῶντα πολλάκις τὰ ἕτερα, καὶ ταῖς φύσεσιν ἐξηλλαγμένα, ὡς δύνασθαί τινα λέγειν ἐφ' ἑκάστου τε ἐκείνων, ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Ὁ ἥλιος τυχὸν ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ποιημάτων· οὐ γὰρ ἔστιν ἕτερος ἥλιος. Ἡ σελήνη ὁμοίως, ὁ οὐρανὸς, οἱ ἀστέρες, ἡ γῆ· πάντα γὰρ ταῦτα ποιήματα, καὶ ἕκαστον αὐτῶν, οὐχ ὡς ἓν τῶν ποιημάτων. Μόνον γὰρ τὸ γενέσθαι κοινὸν ἔχει τὰ κτίσματα· τὸ δὲ σχῆμα καὶ τὴν φύσιν, ἕκαστον ἰδιάζουσαν. Οὐδὲν οὖν τὸ πλέον ἐν Υἱῷ πεποιῆσθαι λεγομένῳ, κἂν ἕτερόν τι μέγα καὶ ἐξαίρετον ὑπάρχῃ παρὰ τὰ ἄλλα ποιήματα. Τί γὰρ ὠφελήσει τὸν ἥλιον εἰς τὸ μὴ εἶναι ποίημα, τὸ πολὺ τῶν ἀστέρων ὑπερέχειν; Ὁ δὲ αὐτὸς οὗτος κρατήσει λόγος καὶ ἐπὶ τῶν ἐν οὐρανῷ λογικῶν δυνάμεων, αἷς πάλιν τὸ μὲν πεποιῆσθαι κοινόν ἐστιν. Ὁ δὲ τοῦ τί ἕκαστον εἴη λόγος, ἐξηλλαγμένος. ΑΛΛΟ. Εἰ ποίημά ἐστι, καθ' ὑμᾶς, ὁ Υἱὸς, καὶ τοῦτο ὢν ἔχει τὸ δύνασθαι κτίζειν, διὰ τὸ μὴ ὡς ἓν ὑπάρχειν τῶν ἄλλων ποιημάτων, ἔστω ποιητικὰ καὶ τὰ ἕτερα κτίσματα, διὰ τὸ ποικίλην ἐν αὐτοῖς εἶναι τὴν φύσιν· καὶ ἕκαστον αὐτῶν εἶναι ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ἄλλων. Εἷς γὰρ ὁ οὐρανὸς, ἥλιος εἷς, μία σελήνη, φύσις ἀστέρων μία, μία τε γῆ, εἷς ἄνθρωπος ὅσον εἰς οὐσίαν· καὶ τούτων οὐδὲν ἀλλήλοις ἐπικοινωνεῖ κατὰ τὸν τῆς φύσεως λόγον, εἰ καὶ πᾶσι τὸ πεποιῆσθαι κοινόν. Ἀλλ' οὐδὲν ἐν τοῖς κτίσμασι φαίνεται δημιουργοῦ, ἀλλὰ μᾶλλον προσκυνεῖ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον, καὶ τοῦ ποιητοῦ τὴν δόξαν ἀναβοᾷ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Καὶ καθάπερ ὁ Ἔσδρας φησί· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει.» Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Οὐκ ἄρα ποίημά ἐστιν, οὐδὲ κτίσμα διὰ τοῦτο κτίζειν δυνάμενος, ὅτι μὴ ὡς ἕν ἐστι τῶν ποιημάτων, ἀλλ' ὅτι τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον ὑπάρχων γέννημα, ὅλον τε ἐν ἑαυτῷ δεικνύων αὐτὸν, ἔχει καὶ τὸ δύνασθαι κτίζειν ὡς ὁ Πατήρ. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, προσκυνεῖται δὲ παρὰ τῶν ἄλλων κτισμάτων, διὰ τὸ ἕτερόν τι ὑπάρχειν παρ' αὐτὰ, καὶ εἶναι μὴ ὡς ἓν τῶν κτισμάτων, ἔδει κἀκεῖνα προσκυνεῖσθαι παρ' ἀλλήλων, διὰ τὸ ἐξηλλαγμένην ἔχειν τὴν φύσιν πρὸς ἄλληλα. Πολλὴ γὰρ ἐν τοῖς ποιήμασιν ἡ διαφορά· καὶ ἔστιν ἕκαστον ἰδεῖν ἐν ἰδιαζούσῃ φύσει ἤτοι ποιότητι, καὶ οὐχ ὅπερ ἐστὶ πάντως τὸ ἕτερον. Ἀλλ' οὐδὲν ἐν αὐτοῖς προσκυνεῖται, πάντα δὲ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον προσκυνεῖ. Οὐκ ἄρα ἓν ἐξ αὐτῶν ὁ Υἱὸς, οὐδὲ κτίσμα, καθ' ὑμᾶς. Ἔσται γὰρ κατὰ τίνα τρόπον ἐν τοῖς