Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.28
Not analysed yet
Εἴ τις γὰρ ἐκείνην τὴν ἄφραστον καὶ ἀκατάληπτον φύσιν καλοίη Θεὸν, ἀφ' ὧν ἔστιν ὀνομάζει καλῶς, καὶ Θεὸν εἰπὼν, πάντως ἐκείνην ἐσήμηνεν· εἰ δέ τις ἀφ' ὧν οὐκ ἔστιν ἐπιχειροίη σημαίνειν αὐτὴν, ἄκακον καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ἐν αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ' οὐ πάντως μηνύει τὸν Θεόν· εἰσὶ γὰρ καὶ ἐν ἀνθρώποις ἄκακοι καὶ ἀπόνηροι. Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους ἀγγέλους. Οὐκοῦν ἀφ' ὧν ἔστιν, ἢ ἀφ' ὧν οὐκ ἔστιν, ἀληθέστερον καὶ οἰκειότερον σημανθήσεται. ΑΛΛΟ. Ὁ μακάριος Δαβὶδ ψάλλει, καί φησι πρὸς τὸν Υἱόν. «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἰ τοίνυν ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενον· ἄλλο γὰρ ἐν ἄλλῳ νοεῖσθαι χρή· μετέχει δὲ ἡ κτίσις τοῦ Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτίσιν· οὐκοῦν οὐδὲ γενητός. Εἰ δὲ οὐκ ἔστιν ἕτερος παρ' ἐκείνην ὁ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημένος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετάσχοι τοῦ ὅπερ ἐστὶν αὐτός; ΛΟΓΟΣ Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ' οὐσίας σημαντικόν. Τὸ ἀγένητον ὡς ἀρχὴ καὶ αἴτιον νοεῖταί τε καὶ ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι ἑαυτῇ ἢ ἀνόμοιον σημαίνει. Ἡ δὲ ἀγένητος φωνὴ σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ· τοῦτο γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία, ἀλλὰ τοῦ μὴ τοιῶσδε εἶναι τὴν οὐσίαν, καθ' ἧς ἂν τάττοιτο τὸ σημαντικόν. ΑΛΛΟ. Ὅτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται. Ἀλλ' ἐρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν δέ· ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. Εἰ γὰρ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγκης ἂν εἴη τὴν οὐσίαν, ἧς ἔσται διαφορὰ τὸ ἀγένητον. Οἷον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳ· Οὐσία ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος· τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκειμένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. Εἰ τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία. τίνος ἔσται διαφορά· ἀμήχανον γὰρ οὐσίας φορέσαι λόγον τὴν διαφοράν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ; Εἰ γὰρ μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντι-