Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.260
Not analysed yet
ἡμᾶς. Οὐκ ἂν οὖν ὅλως ὁ Υἱὸς ὑπέστη τῆς καθ' ἡμᾶς ἀπούσης αἰτίας, καὶ τάχα οὐδὲ κτίζειν ἤθελε τὸν Υἱὸν ὁ Πατὴρ, ἀλλὰ μόλις αὐτὸν εἰς τὸ ἐθελῆσαι προήγαγεν ἡ χρεία, καὶ γέγονε, κατ' ἐκείνους, καὶ ὑπὸ ἀνάγκην Θεός. Φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν. ΑΛΛΟ. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, γέγονε δὲ καὶ πεπλήρωται τὸ ἔργον δι' ὃ καὶ ἐκτίσθη, περιττὸς λοιπὸν ὁ Υἱὸς, ὡς ὄργανον τῆς δι' ἣν προβέβληται χρείας ἀποτελεσθείσης. Ἄλλα πιθανὰ θεωρήματα. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, περὶ πρώτων ἡμῶν βεβούλευται. Εἰ δὲ περὶ πρώτων ἡμῶν ἡ σκέψις ἐγγέγονε τῷ Πατρὶ, διατί πρὸ ἡμῶν ἐκεῖνος κτίζεται ὁ ἐν βουλαῖς τελευταῖος; Διατί δὲ πρῶτον αὐτὸν κτίσας, οὐ περὶ πρώτου καὶ ἐβουλεύετο; διατί δὲ πάλιν πρώτους ἡμᾶς ἔχων ἐν σκέψει, ἐκεῖνον μὲν Υἱὸν καὶ κληρονόμον ἀποκαλεῖ, ἡμᾶς δὲ δούλους καὶ κλῆρον τοῦ δι' ἡμᾶς γενομένου; Ἔδει γὰρ ἐκ τῶν ἐναντίων, ἡμᾶς μὲν Υἱοὺς καὶ κληρονόμους ὑπάρχειν· τὸ δὲ τῆς ποιήσεως ἡμῶν ὄργανον, ὃ καὶ γέγονε δι' ἡμᾶς, δοῦλον εἶναι καὶ ὑποκείμενον. Φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν. Ἐξήγησις λοιπὸν τῆς ὀρθῆς πίστεως. Οὐ δι' ἡμᾶς γέγονεν ὁ Υἱὸς, ἀλλ' οὐδὲ γέγονεν ὅλως. Καὶ γὰρ καὶ εἰ μὴ δόξαν ἦν τῷ Πατρὶ ποιῆσαι τὰ γενητὰ, «ἦν ὁ Λόγος ἐν αὐτῷ, καὶ Θεὸς ἦν ὁ Λόγος,» ὡς γέγραπται. Τὰ μέν τοι κτιζόμενα πάντως ἔδει γενέσθαι δι' αὐτοῦ. Ὅνπερ γὰρ τρόπον οὐκ ἂν ἑτέρως φωτίσαι τὸ φῶς, εἰ μὴ διὰ τοῦ ἰδίου ἀπαυγάσματος· οὕτως οὐκ ἄν τι τῶν ὄντων ἐργάσαιτο Πατὴρ, εἰ μὴ διὰ τοῦ οἰκείου Λόγου. «Πάντα γὰρ, φησὶ, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Διὰ τοῦτο καὶ «δεξιὰ καὶ βραχίων» ὀνομάζεται Θεοῦ. Πάντα γὰρ δι' αὐτοῦ, ὡς διὰ χειρὸς, ἐργάζεται. Ἐπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, καλὴ καὶ ἐπωφελής. Εἶπε, φησὶν, ὁ Θεός· Γενηθήτω φῶς, γενηθήτω στερέωμα, γενηθήτωσαν φωστῆρες· καὶ ἐγένετο οὕτως. Εἶπε· Ποιήσωμεν ἄνθρωπον· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ἀλλ' ἐν τούτοις ἅπασιν οὐδαμοῦ φαίνεται λόγος ὡς ἐξ Υἱοῦ πρὸς τὸν Πατέρα μανθάνειν ἐθέλοντος ὁποῖά τινα χρὴ γενέσθαι τὰ κτιζόμενα· ἀλλ' ἡ φωνὴ τὸ ἔργον γίνεται. Εἰ δὲ λόγῳ τὰ ἔργα γίνεται κατὰ τὴν βουλὴν τοῦ Πατρὸς, ὁ Λόγος ἄρα ἐστὶν ἡ βουλὴ τοῦ Πατρὸς ἡ ζῶσα καὶ ἐνούσιος, αὐτή τε οὖσα ἐν Πατρὶ, καὶ ἔχουσα αὐτὸν ἐν αὐτῇ Ἐπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπιταττομένοις, παρὰ Θεοῦ, καὶ ἐρωτήσεις ἀγνοοῦσιν ἔσθ' ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ οὕτως ἐδείχθη ποιῶν. Τῷ Ἀβραὰμ υἱὸν ἐπηγγέλλετο ὁ Θεὸς, καὶ αὐτὸς