Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.261
Not analysed yet
ἔφασκε· «Κατὰ τί γνώσομαι τοῦτο;» Ἀπεστέλλετο Μωσῆς καί φησιν· «Ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;» Καὶ ὁ ἄγγελος δὲ ὁ ἐν τῷ Ζαχαρίᾳ διηρώτα Θεὸν, λέγων· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ;» Καὶ πάλιν ἐκδέχεται ἄχρις ἂν ἀκούσῃ λόγους καλοὺς καὶ παρακλητικούς. Καὶ ὁ Ἀββακοὺμ δέ φησιν· «Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ ὁ Θεός.» Ταῦτα γὰρ ὡς δοῦλα καὶ ποιήματα, καὶ τῆς τοῦ λόγου μεσιτείας δεόμενα, ἠξίου παρ' αὐτοῦ διδάσκεσθαι τὴν βουλὴν τοῦ Πατρός. Ὁ δὲ Υἱὸς μανθάνειν οὐκ ἐπιζητεῖ Λόγος ὢν τοῦ Πατρὸς καὶ ἐνούσιος βούλησις. Οὐκ ἄρα ἐκ μαθήσεως ἔχει τὸ εἶναι δημιουργὸς, ἀλλ' οὐσιωδῶς τε καὶ φυσικῶς. Ἔτι εἰς τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὅτι οὐ κτίσμα ὁ Υἱὸς, ἀλλὰ τῷ Πατρὶ συναΐδιος. Ὅπως δὲ χρὴ νοεῖν τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,» ἐκ τῶν ἐφεξῆς κειμένων εἰσόμεθα. Πρῶτον μὲν ἐκεῖνο χρὴ λέγειν, ὅτι τὰ παροιμιωδῶς λεγόμενα δοκεῖ μέν τι σημαίνειν κατὰ τὸν πρόχειρον νοῦν, ἔχει δὲ οὐχ οὕτως ὡς λέγεται, ἀλλ' ἑτέραν ὠδίνει διάνοιαν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται δὲ ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ,» ὡς τῆς παροιμίας οὐκ ἐχούσης τὴν παῤῥησίαν. Τὸ τοίνυν «ἔκτισέ με,» ἡ σοφία γυμνότερον λέγουσα, τίθησι πάλιν τοιαύτην τινὰ φωνήν· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.» Εἰ τοίνυν ἡ σοφία μὲν ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ἑαυτῇ δὲ τὸν οἶκον οἰκοδομεῖ, ποῦ τὸ «ἔκτισέ με» χωρήσει, πιθανῶς ζητητέον. Ἔστι τοίνυν ὁ τοῦτο λέγων Χριστὸς, ὡς ἤδη τεχθεὶς καὶ γενόμενος ἄνθρωπος· ἐφ' οὗ τὸ, «ἔκτισέ με,» ἀδυσφημήτως κείσεται, καθὸ ἄνθρωπος. Γέγονε δὲ τῆς σοφίας οἶκος ὑπ' αὐτῆς κατεσκευασμένος τὸ σῶμα τοῦτο τὸ κοινὸν τὸ ἐκ τῆς ἁγίας Παρθένου τεχθὲν, ἐν ᾧ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν ἐπειδήπερ ὁ Λόγος σὰρξ ἐγένετο, τίθησι περὶ αὐτοῦ τὸ, «ἔκτισέ με,» ἡ θεία Γραφὴ, καθὸ γέγονε σάρξ· καὶ οὕτως νοεῖσθαι χρὴ τὸ λεγόμενον. ΑΛΛΟ, Ὅτι τὸ, «ἔκτισέ με,» μόνον κείμενον, οὐ πάντως τὴν αἰτίαν σημαίνει, ἀλλὰ τὴν ἀπό τινος ἤτοι κατασκευῆς ἢ πράγματος εἰς ἕτερόν τι μετάστασιν. Ἔστω δὲ, εἰ βούλει, τὸ, «ἔκτισεν,» ἀδιορίστως ἐπὶ Χριστοῦ. «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ·» εἴ τις ἀκριβῶς ἐθέλοι τὸ γεγραμμένον νοεῖν, εὑρήσει τὸ, «ἔκτισεν,» ἐνθάδε οὐ τοῦ Λόγου τὴν οὐσίαν σημαῖνον ὡς πεποιημένην, ἀλλ' ἑτέραν τινὰ διάνοιαν ὀρθήν. Λέγεται γὰρ κτίζεσθαι καὶ τὰ ὄντα τε ἤδη, καὶ τὰ μήπω γενόμενα. Τὸ δὲ ὑπάρχον ἤδη, πῶς ἂν λέγοιτο κτίζεσθαι, καὶ ἀρχὴν ἑτέραν λαμβάνειν, ἀκόλουθον ἰδεῖν. Ἐπὶ μὲν γὰρ τῶν οὔπω γεγονότων εἰ τεθείη τὸ, «ἔκτισεν,» εὐλόγως ἂν τὴν ἐκ τοῦ