Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.264
Not analysed yet
μὴ ὄντος εἰς τὸ εἶναι σημαίνοι παραγωγήν· ἐπὶ δὲ τῶν ὄντων ἤδη καὶ τῶν κτίζεσθαι κατὰ τὸ εἶναι μὴ δεομένων, οὐκέτι τὴν οὐσίαν σημαίνει, ἀλλὰ τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερόν τι μετάστασιν. Ὡς ὅταν λέγῃ Δαβίδ· «Καὶ λαὸς ὁ κτιζόμενος, αἰνέσει τὸν Κύριον.» Καὶ πάλιν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Ὁ δὲ Παῦλός φησί που περὶ Χριστοῦ· «Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον.» Καὶ πάλιν· «Ἐνδύσασθε τὸν νέον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Καὶ οὐ δή που λαὸν μέν τινα κατ' οὐσίαν κτιζόμενον ἐσήμαινεν ὁ Δαβίδ· ἀλλὰ τὸν ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ μετατιθέμενον λέγει. Ἐν ἑαυτῷ δὲ κτίζεσθαι καρδίαν οὐχ ἑτέραν παρ' ἢν εἶχεν ἠξίου, ἀλλ' εἰς καθαρότητα αὐτὴν μεταποιεῖσθαι παρεκάλει. Ὁ δέ γε σοφώτατος Παῦλος, οὐ δύο τινὰς ἀνθρώπους εἰς ἑνότητα φυσικὴν ἀνακτίζεσθαι λέγει διὰ Χριστοῦ, ὡς ἀρχὴν τοῦ εἶναι λαμβάνοντας· ἀλλὰ τούς τε ἐξ Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν εἰς καινότητα γνώμης μεταποιηθήσεσθαι λέγει· τοὺς μὲν κατὰ νόμον λατρείας, τοὺς δὲ τῆς συντρόφου πλάνης ἐπιλαθομένους. Καὶ πάλιν ἐνδύσασθαι πᾶσιν ἡμῖν ἐπιτάττει τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Καὶ δῆλόν ἐστιν ὡς οὐκ ἄνθρωπόν τινα κατ' οὐσίαν γεγονότα σημαίνει, ὃν ἐνδύσασθαι χρὴ, ἀλλὰ τὸν κατ' ἀρετὴν βίον καὶ τὸν τῆς προαιρέσεως ἀνακαινισμόν. Εἰ τοίνυν τὸ κτίζεσθαι οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ποῖον ἂν ἔχοι λόγον, ἢ πῶς οὐκ ἀνόητον ἐπὶ μὲν τῶν ὄντως κτισμάτων ὀρθῶς τὸ γεγραμμένον ἐκδέχεσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου, ἐφ' ᾧ δὴ μάλιστα τοῦτο φυλάττεσθαι χρὴ, σαθρὰ νοοῦντας εὑρίσκεσθαι; «Κύριος γὰρ, φησὶν, ἔκτισέ με·» καὶ οὐ μέχρι τοῦ, «ἔκτισέ με,» τοῦ λόγου τὴν δύναμιν ἵστησιν, ἀλλὰ προστίθησιν, ὅτι «ἀρχὴν ὁδῶν αὐτοῦ» εἰς ἔργα αὐτοῦ ἔκτισε, καὶ οὐκ εἰς τὸ εἶναι παραγαγὼν, ἀλλ' ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ὅπερ οὕτω νοήσεις. Ἡ κατὰ νόμον πολιτεία ἐτετίμητο μὲν παρὰ τοῖς Ἰουδαίοις, παρὰ δὲ τοῖς ἔθνεσιν οὐδ' ὅλως ὁ κατὰ δικαιοσύνην βίος ἐγινώσκετο. Γέγονε τοίνυν, ἤτοι ἐκτίσθη, σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ἄνθρωπος, ἵνα καὶ ἀρχὴ τῶν ὁδῶν τοῦ Κυρίου καὶ τῶν ἔργων αὐτοῦ πᾶσιν εὑρεθῇ. Ἐν γὰρ πρώτῳ Χριστῷ ὁ εὐαγγελικὸς ἀνέλαμψε βίος. Ὁδοὺς δὲ καὶ ἔργα Κυρίου, τί χρὴ νοεῖν ἕτερον, ἢ πάντως τὰς ἐντολὰς αὐτοῦ; ἅσπερ ἐπιτελοῦντες καὶ ἐργαζόμενοι, ὥσπερ διὰ πολλῶν καὶ ποικίλης ὁδοῦ βαδίζομεν πρὸς αὐτόν. Ὅτι δὲ τὰ ἔργα τὸν ἐξαίρετον σημαίνει βίον, καὶ τὰ προστάγματα τοῦ Θεοῦ, ἄκουε τί φησιν ἡ θεία Γραφή· «Οὐαὶ οἱ ποιοῦντες τὰ ἔργα Κυρίου ἀμελῶς.» Ὁ δὲ μακάριος Δαβὶδ, ὁδοὺς εἶναι λέγων τὰς ἐντολὰς, ἀναφθέγγεται· «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.» Ἄλλως τὸ αὐτό. «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Τὸ, «ἔκτισεν,» οὐ κατὰ τῆς οὐσίας τοῦ