Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.265
Not analysed yet
Λόγου θετέον· δύσφημον γὰρ ὄντως καὶ ἀσεβὲς, τὸν ἀεὶ καὶ ὡσαύτως ὄντα μετὰ Πατρὸς, νῦν ἐκτίσθαι λέγειν Νοήσεις δὲ οὕτω πιθανώτερον· «Ἔκτισέ με, φησὶν, ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὁδοὺς ἐνθάδε φησὶ, τόν τε νομοθέτην Μωσέα καὶ τοὺς προφήτας, ἐφ' οὓς ἀρχή τις ὥσπερ καὶ ἐξουσία τέτακται Χριστός· μετασκευάζων εἰς τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων καινότητα τὰ παρ' ἐκείνων εἰρημένα, καὶ τοῦτο ἐξουσιαστικῶς. Ὁ μὲν γὰρ νόμος φησίν· «Οὐ πορνεύσεις,» ὁ δὲ Χριστός· «Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπιθυμήσεις.» Ὁδοὺς δὲ τοὺς ἁγίους ἐκάλεσεν ὡς δυναμένους ἀποφέρειν διὰ νουθεσίας πρὸς Θεόν. Οὕτω νοήσεις τὸ παρὰ τῷ Ἱερεμίᾳ κείμενον· «Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσετε τρίβους Κυρίου αἰωνίους, καὶ μάθετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Καὶ ἔστι δῆλον ὡς οὐ περὶ τούτων φησὶ τῶν ὁδῶν τῶν κατὰ συνήθειαν νοουμένων. Πῶς γὰρ ἄν τις αὐτὰς ἐρωτήσειε; Πῶς δὲ παρ' ἐκείνων μαθήσεται; Εἰ δέ τις ἐπὶ τοὺς ἁγίους ἀγάγοι τὸν λόγον, εὑρήσει τὸ ἐκ τοῦ νοήματος χρήσιμον. Εἰ γάρ τις ὥσπερ τισὶν ὁδείαις, τοῖς ἁγίοις προφήταις ἐπιστήσαι τὸν νοῦν, μὴ παρατρεχόντως αὐτοῖς ὁμιλῶν, ἀλλ' ἐξάγων ἀκριβῶς τῶν γεγραμμένων ἐν αὐτοῖς τὴν διάνοιαν, μαθήσεται τὴν ὁδὸν τὴν ἀγαθὴν, τουτέστι, τὸν λέγοντα Χριστόν· «Ἐγώ εἰμι ἡ ὁδός.» Δι' αὐτῆς ἁγνισθήσεται τῶν ἁμαρτιῶν τὴν ἄφεσιν κακιζόμενος. Ἔκτισεν οὖν με, φησὶ, τουτέστι, πεποίηκεν ἐπὶ νόμον καὶ προφήτας ἀρχὴν ἤτοι ἐξουσίαν, οὐ τὰ ἐκείνων πάντως ἱστῶντα ῥήματα τυπικὰ, ἀλλ' εἰς ἔργα αὐτοῦ νομοθετοῦντα τὰ βελτίονα. Ὅτι δὲ τὸ, «ἔκτισεν,» οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ἀρκούντως ἤδη προείρηται. Ἄλλως τὸ αὐτό. «Κύριος ἔκτισέ με,» ὅμοιον ὥσπερ ἂν εἰ καὶ λέγοι· Ὁ Πατήρ μοι σῶμα κατηρτίσατο, καὶ οἷον ἄνθρωπόν με ἔκτισεν ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ὥσπερ γὰρ Ἰωάννου μὲν λέγοντος· «Ὁ Λόγος σὰρξ ἐγένετο,» Παύλου δὲ γράφοντος περὶ Χριστοῦ· «Ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα,» καὶ πάλιν· «Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,» οὔτε τὸν Λόγον εἰς σάρκα μεταπεποιῆσθαι πιστεύομεν, οὔτε μὴν αὐτὸ κατάραν ἢ ἁμαρτίαν ὄντως φαμὲν γενέσθαι Χριστὸν, ἀλλ', οὕτω λεγούσης τῆς θείας Γραφῆς, νοοῦμεν εὐσεβῶς· τὸν αὐτὸν δὴ τρόπον, εἰ λέγοι περὶ ἑαυτοῦ τὸ, «Ἔκτισέ με,» ὁ τοῦ Θεοῦ Λόγος, ἀντὶ τοῦ, Ἄνθρωπον ἐποίησε, νοητέον, καὶ μὴ κατὰ τῆς οὐσίας αὐτοῦ τὸ εἰρημένον ἐκδεχώμεθα. ΑΛΛΟ, ὅτι οὐ κτίσμα ὁ Θεὸς Λόγος. Εἰ γέννημά ἐστι τοῦ Πατρὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὕτω καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ, πῶς ἂν εἴη καὶ κτίσμα; Ἀνάγκη γὰρ αὐτὸν δυοῖν εἶναι θάτερον· ἢ γὰρ γέννημα ὑπάρχων, τὸ εἶναι κτίσμα δια-