Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.268
Not analysed yet
φεύξεται, ἢ ποίημα καὶ κτίσμα καθ' ὑμᾶς ὢν, οὐκ ἂν εἴη γέννημα. Οὐδεὶς γὰρ πώποτε τὸ ἑαυτοῦ ποίημα γέννημα καὶ υἱὸν ἀποκαλεῖ. Ἐπειδὴ δὲ γέννημά ἐστιν, Υἱὸς ἄρα καὶ οὐ ποίημα νοηθήσεται. ΑΛΛΟ, εἰς τὸ αὐτό. Μονογενῆ τὸν τοῦ Θεοῦ Λόγον αἱ θεῖαι καλοῦσι Γραφαί. Εἰ τοίνυν τοῦτό ἐστι, πῶς ἂν νοοῖτο κτίσεσθαι κατ' οὐσίαν εἰς ἑτέρων ἀρχὴν, ἃς ὀδοὺς ἐκάλεσεν ὁ Παροιμιαστής; Εἰ γὰρ ὅλως ἑτέροις συντέτακται καῖ τινών ἐστιν ἀρχὴ, μέρος ἂν εἴη τοῦ παντὸς σώματος, καὶ οὐκ ἔσται μονογενὴς, ὁ πολλοὺς ἔχων τοὺς ἐφεξῆς, ὧν ἑαυτὸν καὶ ἀρχὴν ἐκτίσθαι φησίν. Εἰ γὰρ καὶ πρῶτος ἐκτίσθη τῶν ἄλλων, ἀλλ' οὐκ ἔσται διὰ τοῦτο μόνος. Ἡ γάρ τινος ἀρχὴ, κἂν προτερεύῃ τῶν μεθ' ἑαυτὴν διὰ τὸν χρόνον, ἔσται πάλιν αὐτοῖς ἐναρίθμιός τε καὶ συγγενής. Γέγονε γοῦν ὁ Ῥουβὶμ ἀρχὴ τέκνων Ἰακὼβ, ἀλλ' οὐ διὰ τοῦτο μονογενὴς, οὐδὲ τῆς τῶν μεθ' ἑαυτὸν οὐσίας ἀλλότριος. Εἰ τοίνυν ἀρχή τινων ὁ Λόγος ἐκτίσθη, οὔτ' ἂν εἴη μονογενὴς, οὔτε μὴν κατὰ τὸν τῆς φύσεως λόγον ἐκείνων ἀπεξενωμένος ὧν ἐστιν ἀρχὴ, οὕτω τε τοῖς κτίσμασι συνταχθήσεται. Καὶ ψεύσεται μὲν ὁ Πατὴρ Υἱὸν αὐτὸν ἀποκαλῶν· ψεύσεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Πῶς γὰρ ἦν, εἰ γέγονε; Πῶς δὲ Θεὸς ἦν ὁ Λόγος, εἰ κτίζεται; Πῶς δ' ἂν εἴη καὶ Κύριος ὁ μετὰ τῶν ἄλλων ὡς δοῦλος πεποιημένος, καὶ μέρος ὢν τῆς πάσης κτίσεως; Ἀλλὰ τοῦτο ἄτοπον· τὸ «ἔκτισεν» ἄρα κατὰ τῆς οὐσίας οὐ κείσεται ΑΛΛΟ. Εἰ κατ' οὐσίαν ἐκτίσθη, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀρχὴ τῶν ἐφεξῆς ὑπάρχων, ὡς γέγραπται, πῶς ἔχει τὸ δύνασθαι δημιουργεῖν, πῶς δὲ τῶν ἄλλων γέγονε ποιητής; Ἀνάγκη γὰρ τήν τινος ὑπάρχουσαν ἀρχὴν τῆς αὐτῆς οὐσίας εἶναι τῷ παντὶ, οὗ καὶ ἔστιν ἀρχή. Εἰ τοίνυν κτίσμα ὢν ὁ Υἱὸς ἔχει καὶ δύναμιν δημιουργικὴν, ἕξει τοῦτο καὶ τὰ ἄλλα κτίσματα, εἰ καὶ γέγονε δι' Υἱοῦ, καὶ αὐτὰ φύσιν ἔχοντα δημιουργικήν. Οὐδὲν οὖν ἐν Θεῷ τὸ πλέον παρὰ τὰ κτίσματα. Εἰ δὲ οὐκ ἔστιν ἀρχὴ τῶν ἄλλων κτισμάτων ὡς ποίημα καὶ αὐτός· Υἱὸς ἄρα καὶ μονογενής ἐστιν. ΑΛΛΟ, τὸ αὐτὸ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Εἴ τις φιλονεικότερον ἐξετάζειν ἐθελήσαι τὸ εἰρημένον, κακοτρόπως ἐρεῖ· Εἰ πρῶτος ἐκτίσθη, καὶ ἀρχὴ γέγονε καθ' ὑμᾶς, πῶς εἰς τὰ ἔργα κτίζεται; Οὐ γὰρ εἴρηκεν· Ἔκτισέ με Κύριος, ἵνα ποιήσω τὰ ἔργα αὐτοῦ, ἀλλ' «εἰς ἔργα αὐτοῦ.» Ὡς γὰρ ἤδη συνεστώτων τῶν ἔργων, ἐκτίσθαι φησὶν εἰς αὐτά. Εἰ δὲ τοῦτο, πῶς ἔτι πρῶτός ἐστιν ὁ μετ' ἐκεῖνα δεύτερος; Πῶς δ' ἂν εἴη τῶν ἄλλων ἀρχὴ ὁ ἐπ' αὐτοῖς γεγενημένος; Πῶς δὲ πάντα δι'