Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.269
Not analysed yet
αὐτοῦ ἐγένετο, εἰ αὐτὸς μετ' ἐκεῖνά ἐστιν; Εἰ δὴ τοῦτο νοεῖν οὐ θέμις, τὸ «ἔκτισεν» οὐ κατὰ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τεθήσεται, ἀλλ' εὐσεβῶς νοηθήσεται παρ' ἡμῶν, εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον ἀνατρέχοντος τοῦ νοήματος. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Κύριον, φασὶ, τὸν Πατέρα καλεῖ· οὕτως οἶδεν ἑαυτὸν κτιστῆς ὄντα φύσεως. Πάντα γὰρ τὰ γενητὰ, δοῦλα τοῦ ποιήσαντος Θεοῦ. Πρὸς τοῦτο λύσις. Ἀλλ' ὥσπερ Κύριον, οὕτω καὶ Πατέρα καλεῖ. Καὶ εἰ δι' ἐκεῖνο δοῦλον οἶδεν ἑαυτὸν, οἶδεν ἄρα καὶ διὰ τοῦτο Υἱόν. Εἰ δὲ Υἱὸς, οὐ κτίσμα τοῦ γεννῶντος εἰκότως ἂν λέγοιτο, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὁμολογεῖται. Οὐκοῦν ἔστι μὲν Υἱὸς κατὰ φύσιν· ὅτε δὲ δι' ἡμᾶς τὴν τοῦ δούλου μορφὴν ὑποδὺς γέγονεν ἄνθρωπος, τότε καὶ Κύριον τὸν Πατέρα καλεῖ. Ὥσπερ γὰρ Υἱὸς ὢν κατὰ φύσιν ἀληθεύει Πατέρα καλῶν τὸν Θεὸν, οὕτως ὅτε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν οὐ παρῃτήσατο, πρεπόντως καὶ καλῶς ἀποκαλεῖ Κύριον τὸν Πατέρα. Καὶ ταύτην οἶδεν αὐτὸς τὴν διαφορὰν, λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Ἰδοὺ Πατέρα μὲν ἑαυτοῦ φησιν εἶναι τὸν Θεὸν, Κύριον δὲ τῶν τε ἐν τοῖς οὐρανοῖς καὶ τῶν ἐπὶ τῆς γῆς. Ἀλλ' εἴπερ ἦν καὶ αὐτὸς ὥσπερ ἐκεῖνα γενητὸς, οὐκ ἂν ἑαυτῷ κλῆρον ὥσπερ ἐξαίρετον τὴν τοῦ Υἱοῦ τάξιν ἐτήρησε, πάντα τὰ ἄλλα τῷ ζυγῷ τῆς δουλείας ὑποθείς. Ἐν γὰρ τῷ λέγειν· «Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,» οὐδὲν ἀφῆκεν ἐλεύθερον, εἰ μὴ μόνον ἑαυτὸν ὡς Υἱὸς Πατέρα καλέσας τὸν Θεόν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αὐτῶν. Κύριον, φασὶν, ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Ἀλλ' εἴπερ ἦν Υἱὸς κατὰ φύσιν, οὐκ ἂν εἶπε Κύριον. Πρὸς τοῦτο λύσις. Πῶς οὖν ἡμεῖς δοῦλοι κατὰ φύσιν ὄντες (ἄνθρωποι γὰρ), Πατέρα καλοῦμεν τὸν Θεόν; Εἰ γὰρ διὰ τὸ εἰπεῖν αὐτὸν Κύριον, οὐκ ἔσται γέννημα, καθ' ὑμᾶς, ὁ Υἱὸς, οὐδὲ ἡμεῖς ἐσόμεθα κατὰ φύσιν ποιήματα, Πατέρα καλοῦντες τὸν ποιητήν. Εἰ δὲ ἡμᾶς οὐκ ἔξω τοῦ πεποιῆσθαι τίθησιν ἡ χάρις ἐπιτρέπουσα Πατέρα καλεῖν τὸν Δεσπότην, οὐδὲ ὁ Υἱὸς ἀποπεσεῖται τοῦ εἶναι κατὰ φύσιν Υἱὸς, διὰ τὴν χρείαν καὶ τὸ πρέπον τῇ καθ' ἡμᾶς οἰκονομίᾳ Κύριον ἀποκαλῶν τὸν γεννήσαντα. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, ἵνα εἰς ἑαυτὸν ἀναλαβὼν τὰ ἀνθρώπινα, τὰ ἑαυτοῦ τῇ φύσει χαρίσηται. Καὶ τοῦτο δεικνύει λέγων· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Δίδωσι μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἑαυτοῦ, Πατέρα καλεῖν ἐπιτρέπων αὐτῇ τὸν Θεόν. Ἀναλαμβάνει δὲ αὐτὸς τὰ τῆς ἀνθρωπότητος ἴδια, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. Ἀλλ' οὔτε