Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.272
Not analysed yet
ἡμεῖς ἀρνησόμεθα τὴν κατὰ φύσιν δουλείαν Πατέρα καλοῦντες τὸν Θεὸν, οὔτε μὴν ὁ Υἱὸς ἀπολέσει τὸ κατὰ φύσιν ἀξίωμα, ἡμῖν ἑαυτὸν διὰ τὸ χρήσιμον ἐξομοιῶν. ΑΛΛΟ. «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Οὐ διὰ τοῦτο κτιστῆς ἔσται φύσεως ὁ Υἱὸς, οὐδὲ ποίημα κατ' οὐσίαν νοηθήσεται· οὐ γὰρ ἁπλῶς ἐκτίσθαι φησὶν, ἀλλ' εἰς ἔργα καὶ εἰς ἀρχὴν ὁδῶν αὐτοῦ. Προκειμένης δὲ τῆς αἰτίας, δι' ἣν ἐκτίσθαι φησὶ, πρόδηλον ἂν εἴη ὡς οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κίνησιν αὐτοῦ σημαίνει, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ἦν μὲν γὰρ ἐν ἀρχῇ ὁ Λόγος, γεγονὼς δὲ σὰρξ, κατὰ τὴν Ἰωάννου φωνὴν, ἀρχὴ πάσης ὁδοῦ γέγονεν ἡμῖν ἀγαθῆς. Ὢν οὖν ὁ Λόγος ἀεὶ, καθὸ γέγονεν ἄνθρωπος, ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρός. Ἐπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὅτε τὴν ἐκ Πατρὸς γέννησιν ἑαυτοῦ σημαίνει ὁ Υἱὸς, ἢ ἕτερός τις τῶν ἁγίων περὶ αὐτοῦ, οὐ προστίθησιν αἰτίαν. Οὐ γὰρ διατί Θεὸς ὑπάρχει, ἢ ἐκ τοῦ Πατρὸς ἐγεννήθη. Ὅτε δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτοῦ σημαίνουσιν αἱ Γραφαὶ καὶ τὴν διὰ τῆς Παρθένου γέννησιν, εὐθὺς καὶ τὴν αἰτίαν συνάπτουσιν, ἵνα μάθωμεν ὅτιπερ ὁ ὢν ἀεὶ τοῦ Θεοῦ Λόγος, διὰ τίνα χρείαν γέγονεν ἄνθρωπος, οὐκ ἀρχὴν τοῦ εἶναι τότε λαβὼν, ἀλλ' εἰς τὴν τοῦ δούλου μορφὴν ὅσον εἰς τὸ σχῆμα μεταποιούμενος, καὶ κατὰ τοῦτο πεποιῆσθαί τε καὶ ἐκτίσθαι νοούμενος. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» οὐκ ἔχει τὴν αἰτίαν· «καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,» οὐκ ἔχει τὴν αἰτίαν· «καὶ Θεὸς ἦν ὁ Λόγος,» οὐκ ἔχει τὴν αἰτίαν. «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγώ εἰμι τὸ φῶς. Ἐγώ εἰμι ἀλήθεια. Ὃς ὢν ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» ταῦτα πάντα τοῦ Υἱοῦ τὴν οὐσίαν σημαίνοντα, τὴν αἰτίαν οὐκ ἔχει δι' ἣν ταῦτά ἐστιν. Ἐπὶ δὲ τῆς ἐνσάρκου γενέσεως, συμπεπλεγμένας ἡ Γραφὴ τὰς αἰτίας εἰσφέρει. Λέγει γοῦν αὐτὸς ὁ Σωτήρ· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καὶ πάλιν· «Ἐγὼ φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ πάλιν· «Ἐγὼ εἰς τοῦτο γεγένημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ.» Ὁ δέ γε μακάριος Παῦλος τὴν αἰτίαν τῆς πρὸς ἡμᾶς ἀφίξεως αὐτοῦ σαφέστατα λέγων, ἐπιστέλλει· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν.» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ πάλιν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει