Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.273
Not analysed yet
διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Καὶ πάλιν· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Καὶ πάλιν ὁ Σωτὴρ περὶ ἑαυτοῦ· «Εἰς κρίσιν ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Ὅτε τοίνυν γέγονεν ἄνθρωπος ἵνα ταῦτα πληρώσῃ τὰ ἔργα, καὶ ἀρχὴ γένηται τῶν τοιούτων ὁδῶν, εἰκότως ἂν λέγοι περὶ ἑαυτοῦ· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Οὐκ ἐκτίσθη γὰρ εἰς τὸ εἶναι παρενεχθεὶς, ἀλλ' ὢν ἀεὶ καὶ ὑπάρχων, ἐκτίσθη σὰρξ διὰ τὰς προκειμένας αἰτίας. Ἔτι εἰς τὸ, «Κύριος ἔκτισέ με,» ὅτι οὐ κτίσμα ὁ Υἱός. Φησί που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἅνθρωπον.» Εἰ τοίνυν τὸ καὶ δύο κτίζει Χριστὸς ἐν ἑαυτῷ, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον ἀναμορφοῖ, τουτέστιν, εἰς τὸν κατὰ ἀρετὴν βίον· ἡμεῖς γὰρ ἦμεν οἱ ἐν αὐτῷ κτιζόμενοι, καθὸ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπελάβετο, καὶ ἐν αὐτῷ πρώτῳ τῆς ἀρεσκούσης Θεῷ πολιτείας ἐσχήκαμεν τὰς ἀρχὰς εἰς ἀμείνονα βίον ἀνακτιζόμενοι· εἰκότως ἂν λέγοι καὶ νῦν ὡς ὑπὲρ ἡμῶν εἰς τὸν ἕνα κτιζόμενος ἄνθρωπον· «Κύριος ἔκτισέ με.» ΑΛΛΟ. Γέγραπταί που περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ «Ὅτιπερ αὐτὸς τὰς ἀσθενείας ἡμῶν αἴρει.» Καὶ πάλιν· «Γέγονεν ὑπὲρ ἡμῶν κατάρα.» Καὶ πάλιν· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.» Ὥσπερ οὖν ἠσθενηκέναι λέγεται, καίτοι μὴ ἀσθενήσας πώποτε (δύναμις γὰρ Θεοῦ ἐστιν), ὅτι τὰς ἡμῶν ἀσθενείας ἐβάστασε· γεγενῆσθαί τε αὐτὸν κατάραν ἡ θεία φησὶ Γραφὴ, οὐκ αὐτὸ δὴ τοῦτο εἰς κατάραν μεταπεποιῆσθαι σημαίνουσα, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν κατάραν ὑπήνεγκε· καὶ πάλιν ἁμαρτία γεγενῆσθαι λέγεται, οὐ τῆς οἰκείας φύσεως ἐπιλελησμένος, οὐδὲ εἰς ἁμαρτίαν μετενεχθεὶς, ὁ ταύτην οὐκ εἰδὼς, ἀλλ' ὅτι τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκε, καθὰ γέγραπται, ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου· οὕτως ὅταν ἡμεῖς ἐν αὐτῷ κτιζώμεθα εἰς ἕνα καινὸν ἄνθρωπον, ὡς καὶ αὐτὸς κτιζόμενος λέγεται. Καὶ διὰ τοῦτό φησι· «Κύριος ἔκτισέ με,» κτίσμα μὲν αὐτὸς οὐκ ὢν, τῆς δὲ τοῦ Πατρὸς οὐσίας ἴδιον γέννημα. ΑΛΛΟ. Εἰ, καθ' ὑμᾶς, αὐτὸς καθ' ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος κτιστῆς οὐσίας ἐστὶ, καὶ περὶ ἑαυτοῦ φησι· «Κύριος ἔκτισέ με» οὐ γέγονεν ἄρα δι' ἡμᾶς ἄνθρωπος ὁ