Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.276
Not analysed yet
πολὺ πρὸ ἡμῶν. Εἰ δέ τις τοῦτο δοίη κρατεῖν, οὔτε ἡμεῖς ἐκτίσθημεν ἐν αὐτῷ, οὔτε αὐτὸς εἶχεν ἡμᾶς ἐν ἑαυτῷ, πῶς οὖν εἰς ἕνα καινὸν ἄνθρωπον ἐν Χριστῷ κτιζόμεθα; Δυσωπήσει γὰρ ὑμᾶς, κἂν μὴ βούλησθε, λέγων ὁ Παῦλος· «Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ.» Εἰ δὲ ἐκτίσθημεν ἐν Χριστῷ, οὐκ ἄρα κτιστῆς οὐσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος. Ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, ἐν αὐτῷ κτιζόμεθα, καὶ αὐτός ἐστι τρόπον τινὰ δι' ἡμῶν ὁ λέγων· «Κύριος ἔκτισέ με.» Οὐ γὰρ ᾗ Λόγος ἐστὶν, ἁρμόσει λέγειν αὐτῷ τὴν τοιαύτην φωνὴν, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καίτοι κτίστης ὢν, γέγονεν ἐν σαρκὶ, ἵνα ἡμᾶς ἐν ἑαυτῷ κτιζομένους ἔχων εἴπῃ· «Κύριος ἔκτισέ με.» Καὶ ὥσπερ τὴν ἀΐδιον αὐτοῦ καὶ μετὰ Πατρὸς ἐξηγούμενος ὕπαρξιν λέγει· «Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ·» καὶ πάλιν· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·» οὕτως ὅτε διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν τὴν ἀνθρώπου μορφὴν ἐνεδύσατο, εἰκότως ὡς ἄνθρωπος λέγει· «Κύριος ἔκτισέ με.» ΑΛΛΟ. Εἰ ἄνθρωπος ὄντως γεγενῆσθαι πιστεύεται Χριστὸς, πῶς οὐκ ἀναγκαῖον τὰ ἀνθρώπῳ πρέποντα λαλεῖν; Ἔδει γὰρ εἰπεῖν· Οὐκ ἐν ἀρχῇ ἤμην ἄνθρωπος, ὃ μόνῃ πρέπει τῇ θείᾳ φύσει, ἀλλὰ τηρῆσαι τὸ ἁρμόζον τῇ τῶν γενητῶν οὐσίᾳ. Γενητὸς δὲ ὁ ἄνθρωπος· διὰ τοῦτό φησι· «Κύριος ἔκτισέ με,» ὅτι γέγονεν ἄνθρωπος, ἵνα τὸ ἀεὶ ἀνάρχως εἶναι μόνῳ σώζηται Θεῷ. ΑΛΛΟ. «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Εἰ διὰ ταύτην οἴεσθε τὴν φωνὴν, κτιστὴν εἶναι πάντως τοῦ Υἱοῦ τὴν οὐσίαν, ὅταν ἐφεξῆς φαίνηται λέγων· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» διαφευγέτω τοῦ κεκτίσθαι τὸ ἔγκλημα, γεγεννῆσθαι φάσκων ἑαυτόν. Ἕτερον γάρ τί ἐστι παρὰ τὸ κτίσμα τὸ γέννημα. Τὸ μὲν γὰρ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος πρόεισι φυσικῶς· τὸ δὲ ἔξωθέν ἐστιν, ὡς ἀλλότριον. Εἰ τοίνυν Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, λεγέτω μὲν ὡς ἄνθρωπος· «Κύριος ἔκτισέ με.» Τὴν δὲ προαιώνιον ὕπαρξιν αὐτοῦ σημαινέτω, βοῶν· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Οὐ πάντως, φασὶ, τὸ «ἐγέννησεν» ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὄντα δεικνύει τὸν Υἱόν. Ἀδιαφορεῖ γὰρ περὶ τὰς λέξεις ἡ θεία Γραφή. Καὶ γὰρ καὶ ἐπὶ τῶν ὄντως κτισμάτων καὶ ἀντιλογίαν οὐκ ἐχόντων εἰς τοῦτο τίθησι τὸ, «ἐγέννησεν,» ὡς ὅταν λέγῃ· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» Καὶ πάλιν· «Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες.» Καὶ, «Τίς ἐστιν ὁ τετοκὼς βώλους δρόσου;» Οὐ γὰρ δή που καὶ δρόσου γενέσθαι