Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.277
Not analysed yet
πατέρα φυσικῶς ἐροῦμεν τὸν Θεὸν διὰ τοῦτο. Ἓν τοιγαροῦν ἔσται καὶ τὸ αὐτὸ τῷ ἔκτισε τὸ ἐγέννησε, καὶ ἐφ' Υἱοῦ ταττόμενον. Λύσις ἐφεξῆς Τὴν μὲν θείαν Γραφὴν ἀδιαφοροῦσαν περὶ τὰς λέξεις πολλάκις εὑρήσομεν, οὐ μὴν ἀγνοοῦσαν τὴν ἑκάστης δύναμιν, καταχρηστικῶς δὲ ἔσθ' ὅτε δεχομένην αὐτάς. Ἐπὶ μὲν γὰρ τῶν ποιημάτων ὅτε κτιστῆς οὐσίας αὐτὰ δεικνύειν βούλεται, λέγει· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. —Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.» Οὐκ ἐγέννησεν, ἀλλ' ἐποίησε. Τὴν δὲ τοῦ οἰκείου Λόγου γέννησιν ὁ Θεὸς ἐξηγούμενος· «Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου Λόγον ἀγαθόν.» Καὶ τοῖς μὲν κτίσμασιν ὁρίζουσα τοῦ εἶναι τὴν ἀρχὴν, λέγει πάλιν ἡ θεία Γραφή· «Ἐν ἀρχῇ ἐποίησεν·» ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» Τοῖς μὲν οὖν κτίσμασιν ὁ χρόνος ἐστὶν ἡ ἀρχὴ, ὁ δὲ πρὸ τῶν αἰώνων ὑπάρχων τοῦ Θεοῦ Λόγος, ἀρχὴν ἔχει μόνον τὸν ἄναρχον Πατέρα, ἀϊδίως ὢν ἐν αὐτῷ. Ὥσπερ οὖν ἐπὶ τῶν ὄντως κτισμάτων ὅτε τὸ ἐγέννησε κεῖται, καταχρηστικῶς καὶ οὐ φυσικῶς νοητέον, οὕτως ὅταν ἐπὶ τοῦ ὄντως γεννήματος τὸ, ἔκτισεν, ἢ ἐποίησε φέρεται, καταχρηστικῶς νοητέον, σωζομένης αὐτῷ τῆς φυσικῶς γνησιότητος. Τοῖς μὲν γὰρ κτίσμασιν ἡ χάρις τὸ ἐγέννησε προξενεῖ· τῷ δὲ ἀγεννήτῳ καὶ ἀκτίστῳ Λόγῳ τοῦ Πατρὸς, ἡ τῆς ἀνθρωπότητος χρεία τὸ λέγειν ἑαυτὸν ἐκτίσθαι δίδωσι. Καὶ τὰ μὲν κτίσματα λόγῳ καὶ βουλήσει Θεοῦ καλεῖται πρὸς υἱοθεσίαν. «Ἐγὼ γὰρ εἶπα, φησὶν, Οὐκ ἐγέννησα.» Ὁ δὲ Υἱὸς τὴν ἄῤῥητον ἑαυτοῦ καὶ φυσικὴν ἐκ Πατρὸς γέννησιν καταμηνύων ἔλεγεν· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.» Καὶ πάλιν ἕτερον ἑαυτὸν παρὰ τὴν τῶν γενητῶν φύσιν ὄντα δεικνύων, φησίν· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Οὐ γὰρ δή τις ἐρεῖ σωφρονῶν τοπικοῖς καὶ διαστηματικοῖς ὑψώμασιν ἀποσεμνύνεσθαι τὸν τοῦ Θεοῦ Λόγον· ἀλλὰ τὸ μὲν ταπεινὸν τῆς κτιστῆς οὐσίας διὰ τοῦ κάτω σημαίνεται, τὸ δὲ ὕψος τῆς θείας καὶ πάντα ὑπεραιρούσης φύσεως διὰ τοῦ ἄνω νοεῖται. Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς κτιζομένου καὶ γεννήματος, ἀδιαφορείτωσαν αἱ λέξεις, ὅτε βλάβος οὐδὲν κατὰ τῶν σημαινομένων γίνεται. ΑΛΛΟ, διηγηματικῶς, εἰς τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,» καὶ ἐφεξῆς· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Εἰ πρὸ πάντων ἑαυτὸν γεγεννῆσθαί φησιν, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. Τὰ μὲν γὰρ πάντα ἐν ἑαυτοῖς ἔχει καὶ τὴν οἰκείαν ἀρχήν· οὐκ ἂν γὰρ εἴη πάντα εἴ τι τῶν ἐν αὐτοῖς ἔξω μένον εὑρίσκοιτο. Εἰ οὖν πρὸ πάντων ὁ Υἱὸς ἐγεννήθη, ἐν ἰδίῳ μὲν ἀριθμῷ τὰ πάντα κείσεται· ἔξω δὲ αὐτῶν ἡ τοῦ Υἱοῦ νοηθήσεται γέννησις. Ὁ δὲ τοῖς γενητοῖς ἀσύντακτος, ἑτέρας ἂν εἴη φύσεως παρ' αὐτά. Ἐγεννήθη τοιγαροῦν, καθὸ Λόγος ἐστὶν, ἐκ Πατρός· ἐκτίσθη δὲ, καθὸ ἄνθρωπος, καὶ γέγονεν ἀρχὴ ὁδῶν. Ὥσπερ οὖν ἡμεῖς, ὅτε τὸν τοῦ Θεοῦ Λόγον ἐν ἑαυτοῖς