Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.280
Not analysed yet
δεχόμεθα, δι' αὐτὸν υἱοὶ καλούμεθα τοῦ Θεοῦ, κατὰ φύσιν ὄντες ποιήματα, οὕτω καὶ αὐτὸς ὅτε τὴν ἡμῶν σάρκα λαμβάνει, κτίσμα καλεῖται καὶ ποίημα, κατὰ φύσιν ὑπάρχων Υἱός. Καὶ πάλιν, ὥσπερ ἡμῶν ποιητὴς ὢν ὁ Θεὸς γίνεται καὶ Πατὴρ, οὕτω καὶ τοῦ Θεοῦ Λόγου Πατὴρ κατὰ φύσιν ὑπάρχων γίνεται καὶ κτίστης, ὅτε δι' ἡμᾶς ἐξομοιοῦται τοῖς κτίσμασιν. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν ἐσμὲν υἱοὶ, ἔσται καὶ αὐτὸς κατὰ φύσιν κτίσμα καὶ ποίημα. Εἰ δὲ ἡμεῖς θέσει καὶ χάριτι πρὸς υἱότητα καλούμεθα, καὶ αὐτὸς θέσει κτίσμα διὰ τὴν καθ' ὑμᾶς οἰκονομίαν, τὸ ἐκ φύσεως οὐκ ἀπολλύων ἀξίωμα. ΑΛΛΟ, διδασκαλία σαφὴς, ὅπως χρὴ νοεῖν εὐσεβῶς τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ, καὶ ὁδὸς αὐτῷ σωτηρίας δέδοται παρὰ Θεοῦ. Ταύτην ἀπώλεσε, τὴν θείαν ἐντολὴν παραβεβηκὼς, πέπτωκεν εἰς φθορὰν, ἠνέχθη πρὸς ἁμαρτίαν, καταβέβηκεν εἰς θάνατον. Ἔδει πάλιν ἡμῖν ὁδὸν ἑτέραν ἀναδειχθῆναι, δι' ἧς τὴν ἀρχαίαν κατάστασιν ἐκείνην ἀναβῆναι δυνησόμεθα. Ἐπειδὴ δὲ ἀνθρώπων οὐδεὶς ἱκανὸς ὢν εἰς τοῦτο κατεφαίνετο, ἀναγκαίως αὐτὸς ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, ἄκτιστος ὢν τὴν φύσιν, ἄνθρωπος κτίζεται δι' ἡμᾶς, βουλήσει τοῦ Πατρὸς τὴν ἡμῶν σάρκα περιβαλόμενος· ἵνα, καθάπερ ὁ Παῦλός φησιν, ὁδὸν ἡμῖν ἐγκαινίσῃ πρόσφατον καὶ μένουσαν, καὶ πληρώσῃ τὰ ἔργα τοῦ Πατρὸς, ἀνανεῶν μὲν εἰς ἀφθαρσίαν τὸ σῶμα, τὸν δ' ἐξ ἁμαρτίας κρατήσαντα θάνατον ἀναιρῶν, καὶ αὐτὴν κατακρίνων τὴν ἁμαρτίαν, καὶ τὰ ἄλλα πάντα ποιῶν ὅσα τῇ φύσει γέγονεν ἀγαθὰ δι' αὐτοῦ. Εἰ τοίνυν γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁδὸς ἡμῖν γένηται τῶν ἀγαθῶν, καὶ τὰ ἔργα ταῦτα πληρώσῃ, ἃ δὴ παρὰ Πατρὸς δι' αὐτοῦ γίνεται, εἰκότως ἂν λέγοι· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ἑξῆς δὲ πάλιν τὴν προαιώνιον ὕπαρξιν ἑαυτοῦ σημαίνων, φησί· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Εἰ δὲ καὶ γεννᾶται καὶ κτίζεται, ἀμφοτέροις ἀποδώσει τὸ πρέπον. Γεννᾶται μὲν γὰρ ὡς Λόγος παρὰ Πατρὸς πρὸ τῶν αἰώνων, καθάπερ φησὶ, κτίζεται δὲ ὡς ἄνθρωπος, ὅτε δι' ἡμᾶς γέγονε σάρξ· οὕτως φησὶν ὁ εὐαγγελιστής. ΑΛΛΟ. Φησί που περὶ τοῦ Θεοῦ Λόγου Δαβίδ· «Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.» Εἰ τοίνυν ὁ μὲν Υἱὸς πρὸ τῶν αἰώνων ὑπάρχει, κτίζεσθαι δέ φησιν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα συνεστώτων ἤδη τῶν ἔργων κτίζεσθαι νοεῖν αὐτόν. Μετὰ γὰρ τὴν τῶν ποιημάτων εἰς τὸ εἶναι πάροδον, ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, ὅτε δὴ πρεπόντως τε καὶ λίαν εὐκαίρως τὸ, «ἔκτισέ με,» φησί. Πῶς οὖν αὐτὸς ἂν ὑπάρχῃ τούτων ὁ ποιητὴς, εἰ μετ' ἐκεῖνα κτίζεται; Εἰ δὲ πρὸ τῶν ἔργων ἐστὶν ὁ τούτων ποιη-