Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.29
Not analysed yet
διαστολὴν, μηδὲ ἀλλήλοις μάχεται κατὰ τὸ ἐξ ἀμφοῖν σημαινόμενον, οὐδὲν κωλύσει κατ' οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τοῦ ἀγενήτου εἰς οὐσίαν λαμβανομένου, ὁμοίως δὲ καὶ τοῦ γενητοῦ. Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, οὐκ ἔσται ἐναντία, καθὸ οὐσίαι ἀμφότεραι. ΑΛΛΟ. Εἰ πᾶν ἀγένητον παντὶ γενητῷ ἀνόμοιον, ἀληθεύσει τις λέγων, ὅτι καὶ πᾶν γενητὸν παντὶ γεννητῷ ὅμοιον. Γεννητὸς δὲ ὑπάρχων ὁ Υἱὸς, οὐδεμίαν ἔχει τὴν ὁμοιότητα πρὸς τὰ ὄντα γεννητῶς· ἔστι γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Οὐκ ἄρα διὰ τὸ ἀγένητον εἶναι τὸν Πατέρα, ἀνόμοιος ἔσται κατὰ φύσιν αὐτῷ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ Υἱός. Ὥσπερ γὰρ τὴν πρὸς τὰ γενητὰ γεννητὸς ὑπάρχων ἀναβέβηκεν ὁμοίωσιν· οὕτω τῆς πρὸς τὸ ἀγένητον ἐμφερείας οὐ καταβήσεται, κἂν ὑπάρχῃ γεννητός. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Τὸ ἀγένητον, φασὶν, ἐπὶ Θεοῦ, οὐσίαν εἶναί φαμεν· καὶ ἔσται τὸ ὄνομα ὁρικὸν, ὥσπερ ἂν εἴ τις ὁρίσαιτο καὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου λέγων· Ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πρὸς τοῦτο λύσις. Ἀμαθῶς καὶ τοῦτο προτείνοντες ἐλεγχθήσονται· εἰ γὰρ ὁρικὸν εἶναι βούλεσθε τὸ ἀγένητος ὄνομα, ἐκ γένους ἔστω καὶ διαφορᾶς, ἤτοι διαφορῶν· χωρὶς γὰρ τούτων ὅρος οὐκ ἂν γένοιτό ποτε. Τὸ δὲ τοιοῦτον ἀγένητον, εἰς οὐδὲν οὐσίας ὑπάρχον γένος, ὅρος οὐκ ἂν εἶναι δύναιτο· πρὸς δέ γε τούτῳ, τὰ γένη φιλοσόφως ὁριζόμενα παρ' ἐκείνων ὁρῶμεν, οὐκ ἐν μιᾷ λέξει καὶ μόνῃ, ἀλλ' ἐν πλείοσιν· ὡς τὸ οὐσία ἔμψυχος αἰσθητικὴ, ἢ ζῶον λογικὸν θνητόν. Καὶ εἰ ἑνὸς ὀνόματος ἀπόφασις οὐκ ἐξαρκέσει πρὸς οὐσίας δήλωσιν, οὐκ ἄρα ὁρικὸν τὸ ἀγέννητος. ΑΛΛΟ. Εἰ πᾶς ὅρος τὸ τί ἐστι κατὰ φύσιν τῶν σημαινομένων ἕκαστον εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν· ἡ δὲ ἀγέννητος φωνὴ, οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα. ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ' ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον. ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν