Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.336
Not analysed yet
δι' ἡμᾶς ἐν Χριστῷ πληρούμενον, ἵνα ἡμεῖς ἁγιασθῶμεν ἐν αὑτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως αἱρετικῶν. Γέγραπται, φασίν· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου.» Οὐκ ἂν οὖν ὅλως κεχρίσθαι τὸν Κύριον δώσομεν, εἰ μὴ δικαιοσύνην ἠγάπησε, καὶ ἐμίσησεν ἀδικίαν. Ὁ γὰρ σύνδεσμος ὁ αἰτιολογικὸς, τουτέστι, διὰ τοῦτο, μεταξὺ κείμενος, μισθὸν ὥσπερ ἀρετῆς τὸ χρίσμα δεικνύει. Εἰ δὲ διὰ τοῦτο χρίεται, ὅτι δικαιοσύνην ἀγαπᾷ, καὶ ἀδικίαν μισεῖ, δῶρον ἔχει τὸν ἁγιασμόν. Ὁ δὲ προσθήκης τινὸς δεηθεὶς, ἀτελὴς ἂν εἴη, καὶ οὐχ ὅμοιος τῷ τελείῳ Πατρί. Πρὸς τοῦτο λύσις. Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἀκούσῃ πάλιν, αἱρετικέ. Ἐπειδὴ, φησὶν, «ἐμίσησας ἀδικίαν, καὶ ἠγάπησας δικαιοσύνην, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,» οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρίσμα δεδόσθαι τις ὑπολάβῃ, ἀλλ' ἵνα τοιῶσδε νοήσωμεν τὸ λεγόμενον. Τρεπτῆς ὑπάρχων φύσεως ὁ προπάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ἔσθ' ὅτε ποτὲ μὲν τὴν δικαιοσύνην ἀγαπᾷν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν, καὶ ἀγαπᾷν μὲν τὴν ἀδικίαν, μισεῖν δὲ τὴν δικαιοσύνην (τοῦτο γὰρ τῶν τρεπομένην ἐχόντων τὴν φύσιν ἴδιον), παρηνέχθη παρὰ τοῦ διαβόλου. Ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν' ὥσπερ διὰ τῆς ἐκείνου τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται ὡς ἀεὶ καὶ [ἀ]παραλλάκτως δικαιοσύνην ἀγαπῶν, καὶ μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. Ὅταν οὖν λέγῃ, «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,» τοιαύτην τινὰ δέχου διάνοιαν· Ἐπειδὴ πάντων τῶν γενητῶν τρεπομένην ἐχόντων τὴν φύσιν οὐδὲν ἠδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὢν, Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τήν τε ἀδικίαν μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἐν σοὶ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν παρ' αὐτὰ νικῶσαν θεάσηται. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ συναχθὲν συλλογισμοῦ. Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι «Δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε.» Καὶ πάλιν· «Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Καὶ πάλιν· «Ἐγώ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» Ἆρ οὖν εἴ τις καὶ διὰ ταῦτα λέγοι· Μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν δικαιοσύνην ἀγαπᾷ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας καὶ ἀρετῆς ἀνταπόδοσις, ὅτι τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα; Ἀλλ' οὐκ ἄν τις οὕτω μανείη ποτέ. Ὥσπερ οὖν ἑπὶ