Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.348
Not analysed yet
λέγοντες· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;» Ὁ δὲ Υἱὸς ἐξουσιαστικῶς· «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» Οὐχ ὁμογενὲς οὖν ἄρα τῷ δεσπότῃ τὸ δοῦλον, οὔτε τῷ χαριζομένῳ τὸ αἰτοῦν ἵνα λάβῃ. ΑΛΛΟ τούτῳ ὅμοιον, ὅτι οὐκ ἐν τοῖς δούλοις ὁ Υἱός. Ἀποστέλλει τοὺς προφήτας ὁ Θεὸς ἀπαιτῆσαι τοῦ ἀμπελῶνος τοὺς καρποὺς, οἳ πρὸς τῷ μηδὲ δύνασθαι λαβεῖν, καὶ ἀπέθανον. Ὁ Σωτὴρ ὡς Δεσπότης καὶ τὰς ὀφειλὰς ἀφίησι, καὶ εἰς ἑτέρους γεωργοὺς μετατίθησι τὸν ἀμπελῶνα ὡς δεσπότης καὶ Κύριος· φαίνονται δὲ καὶ τῇ τοῦ νόμου διακονίᾳ ὑπηρετήσαντες ἄγγελοι, καὶ ποιήσαντες οὐδὲν ὧν ἐποίησεν ὁ Υἱός. Οὐκοῦν οὐχ ὁμογενὴς ἀγγέλοις ἐστὶν, ἀλλὰ Δεσπότης καὶ Κύριος. ΑΛΛΟ, διηγηματικῶς ὅτι τὸ «Κρείττων γενόμενος τῶν ἀγγέλων,» οὐκ οὐσιῶν εἰσφέρει σύγκρισιν, ἀλλὰ μᾶλλον διακονιῶν. «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,» ἐπὶ τοῦ Υἱοῦ φησιν ὁ Παῦλος, οὐ τῇ φύσει τῶν ἀγγέλων τὴν τοῦ Θεοῦ Λόγου συγκρίνεσθαι θέλων, οὐδὲ τῶν ἀνομοίων οὐσιῶν ἐξίσου ποιούμενος τὴν ἐξέτασιν (ἀσύγκριτον γὰρ πρᾶγμα θεότητος καὶ ἀπαράβλητον), ἀλλὰ τὴν ἐπὶ ταῖς διακονίαις εἰσφέρων διαφορὰν, ἵν' ἀφ' ὧν ἕκαστος ἐπιστεύθη καὶ ᾠκονόμησεν, ἐκ τούτων ὅστις εἴη γινώσκηται. Ὅτι δὲ τὸ «κρείττων» ὡς πρὸς τὴν τῶν ἀγγέλων διακονίαν ἔχει τὴν σύγκρισιν, γένοιτ' ἂν ἐνθένδε καταφανές· Σκοπὸς ἦν τῷ Παύλῳ κρείττονα τῶν νομικῶν ἐνταλμάτων ἐπιδεῖξαι τὰ διὰ Χριστοῦ κηρυττόμενα. Πόθεν οὖν ποιεῖται τὰς ἀποδείξεις; Ἐπὶ τοὺς διακονοῦντας χωρεῖ, καὶ ταῖς τούτων διαφοραῖς ἀναλόγως ὁρίζει τὰ ὑπ' αὐτῶν διακονούμενα. Ἄγγελοι μὲν οὖν διακονοῦσι τὸν νόμον, καὶ λαλεῖται δι' αὐτῶν· ὁ δὲ Υἱὸς, τὴν διὰ τῶν Εὐαγγελίων κηρύττει γνῶσιν. Ἀλλὰ κρείττων, φησὶν, ὁ Υἱὸς τῶν ἀγγέλων· καθὸ τῶν ἀμεινόνων κατέστη διάκονος, κατὰ τοῦτο κρείττων. Διακονεῖται δὲ τὰ μεγάλα διὰ μεγάλων, καὶ τὰ μικρὰ διὰ τῶν μικρῶν. Μέγας δὲ ὁ Υἱὸς, καθὸ ἀπαύγασμα καὶ χαρακτὴρ, καθὸ ἀκούει· «Κάθου ἐκ δεξιῶν μου·» καθὸ πρωτότοκος καὶ ὑπ' αὐτῶν ἀγγέλων προσκυνούμενος. Οἱ δὲ ἄγγελοι, τούτων οὐδὲν, ἀλλ' οἱ μὲν ὡς λειτουργοὶ παρεστήκασιν, ὡς δοῦλοι προσκυνοῦσιν, ὡς ὑπηρέται τρέχουσι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κρείττων ἄρα τοῦ Σωτῆρος ἡ διακονία τῆς δι' ἀγγέλων, ὅσῳπερ ὁ μὲν ἐν τούτοις, οἱ δὲ ἐν ἐκείνοις. Διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν ὁ Παῦλος τὰς διακονίας συγκρῖναι θελήσας, λέγει· «Κρείττων γενόμενος τῶν ἀγγέλων.» Ὅτε δὲ ἐπὶ τὴν τῶν οὐσιῶν ἔρχεται σύγκρισιν, λέγει· «Ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Οὐκέτι, κρεῖττον, ἀλλὰ, διαφορώτερον, ὃ δὴ καὶ πολλὴν εἰσφέρει τὴν ἐξαλλαγήν.