Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.349
Not analysed yet
Παράθεσις ῥητῶν, περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς εἰς τὸ, «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Ὅτι τὸ «κρείττων» ἐνθάδε τιθέμενον, τῶν διακονικῶν εἰσφέρει τὴν σύγκρισιν, γνωσόμεθα, Παύλου λέγοντος· «Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τοιαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;» Καὶ πάλιν· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας;» Καίτοι εἰ διὰ τὸ κρείττονα λέγεσθαι τῶν ἀγγέλων αὐτὸν, εἶναι δεῖ πάντως αὐτοῖς καὶ ὁμοφυῆ (αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν ἀλλήλοις προσεοικότων φιλοῦσι γίνεσθαι), τί μᾶλλον ἔδει χείρονος ἀξιοῦσθαι τιμωρίας τὸν καταπατοῦντα τὸν Υἱὸν, οὐ τοιαύτης μετέχοντος τοῦ καταπατοῦντος τοὺς ἀγγέλους διὰ τῆς παραβάσεως τοῦ λαληθέντος νόμου δι' αὐτῶν; Ὁ γὰρ εἰς τοὺς ἴσους καὶ ὁμοειδεῖς ἐξυβρίζων, τῆς αὐτῆς ἂν εἰκότως μετέχοι τιμωρίας, καὶ οὗ τῶν ἀδικουμένων οὐκ ἔστι διαφορὰ, καὶ τῶν κολάσεων ὁμοιότης εὐλόγως ἂν γένοιτο. Νυνὶ δὲ ὁ μὲν εἰς τὸν Υἱὸν ἐξαμαρτάνων, χείρονος ἀξιωθήσεται τιμωρίας· ὁ δὲ εἰς τὸν ὑπ' ἀγγέλων λαληθέντα νόμον, ἐλάττονος. Οὐχ ὁμογενὴς ἄρα τοῖς ἀγγέλοις ἐκεῖνος, εἰς ὃν καὶ μεῖζόν ἐστι τὸ ἁμαρτάνειν· καὶ τὸ τιμωρίας μέτρον, ἀναλόγως τῇ ὑπεροχῇ τοῦ πατηθέντος ἐκτίνεται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως εἰς τὸ αὐτό. Χείρονος, φασὶν, ἀξιοῦται τιμωρίας ὁ ἐξαμαρτάνων εἰς τὸν Υἱὸν, ὡς εἰς μείζονα τῶν ἀγγέλων. Τοῦτο δὲ αὐτὸν οὐ πάντως ἔξω τῆς πρὸς ἀγγέλους ὁμογενείας γενέσθαι ποιεῖ. Ἀναλόγως γὰρ τῇ ἑκάστῳ χρεωστουμένῃ τιμῇ καὶ ἡ εἰς αὐτὸν ὕβρις ἐκμετρεῖται. Ἐπειδὴ τοίνυν κρείττων γέγονε τῶν ἀγγέλων ὁ Υἱὸς, ἔχει βαρυτέρως τὴν τιμωρίαν ὁ εἰς αὐτὸν ἐξαμαρτάνων. Πρὸς ταῦτα λύσις ἐκ τοῦ αὐτοῦ. Ἐχρῆν οὖν ἐπὶ τῇ παραβάσει τῶν νομικῶν ἐντολῶν, μὴ ἀναλόγως τοῖς πλημμελήμασι τὰς τιμωρίας ὁρίζεσθαι, μηδὲ πάντως τῷ μεγέθει τῆς ἁμαρτίας συμμετρεῖσθαι τὴν κόλασιν, ἀλλὰ μᾶλλον ὁρίζεσθαι πρὸς τὴν ἀξίαν τοῦ διακονήσαντος αὐτὴν ἀγγέλου. Εἰ δὲ τοῦτο μὲν οὐχ ὁρῶμεν γενόμενον, εἷς δὲ ὁ νόμος, πολλῶν ὄντων ἀγγέλων, καὶ διὰ τῶν αὐτῶν τιμωριῶν τρέχει τὰ ἁμαρτήματα· οὐκ ἄρα ἀληθὲς τὸ λεγόμενον, ὅτι χείρονος ἀξιωθήσεται τιμωρίας ὁ εἰς τὸν Υἱὸν ἐξαμαρτάνων, ὡς εἰς κρείττονα τῶν ἀγγέλων, ἀλλ' ὡς εἰς ἑτεροφυᾶ καὶ πολὺ παρηλλαγμένον. Οἱ μὲν γὰρ γενητοὶ, ὁ δὲ Θεὸς ἀληθινὸς, οὐ τῶν γενητῶν εἷς, οὐδὲ πρὸς αὐτὰ τὴν σύγκρισιν ἔχων· ἀλλ' ὅσῳπερ ἂν αὐτὸς ἀξιολογώτερος φαίνεται, τοσούτῳ μείζονι καὶ