Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.352
Not analysed yet
χαλεπωτέρᾳ τιμωρίᾳ ὑπεύθυνον ὄντα δεικνύων τὸν τὰ αὐτοῦ παραβαίνοντα. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τοῦ «κρείττων» τὴν δύναμιν ἑρμηνεύουσα. Πῶς γὰρ κρείττων τῶν ἀγγέλων ἐστὶ καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα. Ἅγγελοι τὸν νόμον ἐλάλησαν, ἀλλ' οὐδὲν ἐτελείωσεν ὁ νόμος. Ὁ δὲ Υἱὸς ἐτελείωσε τὸ ἔργον τοῦ Πατρός. Τέλειος γὰρ εἰς εὐσέβειαν ὁ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενος. Ἐβασίλευσεν ὁ θάνατος καὶ κατὰ τὸν τοῦ νόμου καιρόν· «Ἀπὸ γὰρ Ἀδὰμ, φησὶ, καὶ μέχρι Μωσέως.» Λέλυται δὲ θάνατος διὰ Χριστοῦ· οὐκέτι γὰρ ἐν Ἀδὰμ ἀποθνήσκομεν, ἀλλ' ἐν Χριστῷ ζωοποιούμεθα. Ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ τὰ νομικὰ προστάγματα διηγγέλλετο, καὶ ἦν ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεός· νυνὶ δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ γεγόνασι πάντες διδακτοὶ Θεοῦ, οὐκ ἀγγέλων, ἀλλὰ Θεοῦ. Θεοῦ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλὰ δι' ἀγγέλων· ὁ δὲ Υἱός φησιν· «Αὐτὸς ὁ λαλῶν πάρειμι.» Οὐκοῦν κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅσῳ διαφορωτέρας τετύχηκε λειτουργίας, καὶ ὅσῳ κρείττονος διαθήκης γέγονεν ἔγγυος, τοσοῦτον ὑπερέξει τοὺς ἀγγέλους, οὐχ ὡς πρὸς αὐτοὺς συγκρινόμενος κατὰ τὴν φύσιν, ἀλλὰ τοσοῦτον ὑπεραιρόμενος, ὅσον ἀπῴκισται τῶν γενητῶν ὁ Θεὸς κατὰ τὸν τῆς οὐσίας λόγον. Τὸ ἄρα «κρείττων» ἐπὶ τῆς διακονίας φερόμενον, ὅσον αὐτὴν τῆς ἐκείνων δεικνύει μείζονα καὶ ὑψηλοτέραν, τοσοῦτον ἐξαίρει τῆς τῶν γενητῶν φύσεως τὸν Υἱόν. Καὶ τοῖς μὲν ἀγγέλοις ὡς δούλοις ἀπονέμει διακονίαν τὴν ἐλάττονα· τῷ δὲ Υἱῷ, τὴν Υἱῷ πρέπουσαν καὶ Δεσπότῃ. Ἐπὶ γὰρ κρείττοσι, φησὶν, ἐπαγγελίαις νενομοθέτηται. ΑΛΛΟ, ὅτι κρείττων ἡ τοῦ Θεοῦ Λόγου διακονία τῆς τῶν ἀγγέλων, καὶ καθ' ἑτέρους τρόπους· ὅσῳ δὲ κρείττων αὕτη, τοσούτῳ καὶ ὁ διακονήσας αὐτόν. Ὁ Παῦλός φησιν· «Ὅτι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀποδείξας τοῦ ἁγίου Πνεύματος, ὡς δύνασθαι λέγειν ἡμᾶς· Οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι· γέγονεν ἄρα καὶ κατὰ τοῦτο κρείττων ἀγγέλων, δι' ὧν ὁ νόμος λελάληται· καὶ πάλιν ὁ κόσμος ὑπὸ μὲν τοῦ νόμου κατεκρίνετο διὰ τὴν ἁμαρτίαν. Ἐπεδήμησε δὲ ὁ Υἱὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, οὐδὲ ἀπαιτήσων τινὰ τιμωρίαν, ἀλλ' ἵνα πᾶσι χαρίσηται. Κρείττων οὖν ὁ δικαιῶν τοῦ κατακρίνοντος, κρείττων τοῦ ἀπαιτοῦντος ὁ χαριζόμενος, κρείττων τοῦ μὴ ἰσχύσαντος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ὁ καὶ τοῦτο πληρώσας Υἱός. Κρείττων ἄρα