Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.353
Not analysed yet
κατὰ τοῦτο τῶν ἀγγέλων τῶν τὸν ἀσθενῆ καὶ κατακρίνοντα λαλησάντων νόμον. ΑΛΛΟ, ὅτι τοῖς ποιήμασιν ἢ τοῖς ἀγγέλοις οὐχ ὁμοφυὴς ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καὶ ὁμοφυὴς τοῖς ἀγγέλοις, καλείσθωσαν καὶ αὐτοὶ παρὰ τοῦ Πατρὸς ὥσπερ ἐκεῖνος υἱοὶ, ἢ αὐτὸς ὥσπερ ἐκεῖνοι ἄγγελος. Ἀλλ' οὐδενὶ τῶν ἀγγέλων εἶπέ ποτε· «Υἱός μου εἶ σὺ,» κατὰ τὴν τοῦ Παύλου φωνήν· οὔτε μὴν αὐτὸς ἄγγελος κεκλημένος φαίνεται κατὰ ἀλήθειαν. Καθεζέσθωσαν ἐν δεξιᾷ τοῦ Πατρὸς ὥσπερ Υἱός· ἀλλ' οὐδεὶς τῶν ἀγγέλων συγκάθηται τῷ Πατρὶ, ἀλλὰ μᾶλλον παρεστήκασι λειτουργοῦντες αὐτῷ. Λεγέτωσαν ἄγγελοι διατάττοντες ὥσπερ ὁ Υἱός· «Ἐγὼ δὲ λέγω ὑμῖν·» ἀλλ' οὐ τοῦτό φασιν, ἀλλὰ μᾶλλον· «Ἀπεστάλην λαλῆσαι πρὸς σέ.» Καὶ οἱ μὲν διακονοῦσιν, ὁ δὲ διακονεῖται· «Ἰδοὺ γὰρ, φησὶν, ἄγγελοι προσελθόντες διηκόνουν αὐτῷ.» Καὶ ὁ μὲν ἔστι δημιουργὸς, οἱ δὲ γεγόνασι δι' αὐτοῦ· καὶ οἱ μὲν προσκυνοῦσιν, ὁ δὲ προσκυνεῖται· καὶ οἱ μὲν ἄγγελοι τὰς τῶν οὐρανῶν πύλας αἴρειν προστάττονται· ὁ δὲ εἰσέρχεται ὡς Κύριος τῶν δυνάμεων, ὡς βασιλεὺς τῆς δόξης· καὶ οἱ μὲν ζωῆς μετέχουσι τῆς παρὰ Θεοῦ· ὁ δὲ τῆς ζωῆς ἐστι χορηγὸς, αὐτὸς ζωὴ τοῖς πᾶσιν ὑπάρχων. Καὶ ὁ μέν φησιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» καὶ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» καὶ «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» ἄγγελοι δὲ τὰς τοιαύτας οὐ τολμῶσι φθέγγεσθαι φωνάς. Κἂν ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ προσευξώμεθα, ὅσαπερ ἂν αἰτήσωμεν, ληψόμεθα· ἐν ὀνόματι δὲ τῶν ἀγγέλων οὐκ ἄν τις προσεύξαιτο. Καὶ τῷ μὲν Υἱῷ σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. Πῶς οὖν τοσαύτης κειμένης διαφορᾶς μεταξὺ τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος λόγου; Ἀναλόγως γὰρ τῇ τῶν προσώπων ἀξίᾳ τὸ τῆς φύσεως διάφορον ὁρισθήσεται. ΑΛΛΟ, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὑρίσκεται τὸ, «ἐγένετο.» Ὁ Ψαλμῳδὸς λέγει· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν, «Ἐγένετό μοι εἰς σωτηρίαν.» Εἰ δὲ ἐπὶ τοῦ Υἱοῦ καὶ ταῦτα φήσουσιν εἰρῆσθαι, καὶ ἄκοντες αὐτῷ μαρτυρήσουσιν ὅτι τοῖς κτίσμασιν οὐκ ἔστιν ὁμοφυὴς, ὁ τοὺς ἁγίους διασώζων, καταφυγή τε αὐτοῖς καὶ σκέπη φαινόμενος. Καὶ τοῦτο γὰρ ἔσται μόνῳ πρέπον Θεῷ. ΑΛΛΟ, εἰς τὸ, «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,» ὅτι τὸ «γενόμενος,» οὐ κατὰ τῆς οὐσίας νοητέον. Εἰ τὸ «γενόμενος» πάντως σημαίνει τινὸς τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον, καὶ ἀεὶ κατὰ