Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.356
Not analysed yet
τῆς οὐσίας ἡ λέξις τάττεται, τίσιν ἔλεγεν ὁ Σωτήρ· «Γίνεσθε οἰκτίρμονες. καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν;» Εἰ μὲν οὖν ὑπῆρχον ἤδη πρὸς οὓς ἦν ὁ λόγος, πῶς ἂν σημαίνοι πάντως τὸ γίνεσθαι τὴν εἰς τὸ εἶναι πάροδον; Οὐ γὰρ ἂν δήπου τὸ ἤδη ὂν εἰς τὸ εἶναι φέροιτο, ἀλλὰ τὸ μὴ ὄν. Εἰ δὲ κατὰ τῶν ὄντων τὸ γίνεσθαι κείμενον, οὐκ ἀρχήν τινα σημαίνει τῆς ὑπάρξεως τούτων, ἀλλὰ τὴν ἀπό τινος εἴς τι μεταβολὴν, οὐδεὶς ἀναγκάσει λόγος ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ «γενόμενος» τῆς ὑπάρξεως εἶναι σημαντικόν. ΛΟΓΟΣ ΚΑ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·» τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, ἕν τι καὶ αὐτὸν εἶναι τῶν πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεότητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι; Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται. ΑΛΛΟ. Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός. Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέντος, λέγει δὲ περὶ ἑαυτοῦ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν,