Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.357
Not analysed yet
λέγει· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μηδὲν ἕτερον παρ' ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἐν ποιήματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν·» οὐδὲν ἄρα περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ' ὡς Πατέρα δηλοῦν. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρηκεν αὐτὰ φορεῖν ποίημα ὢν καθ' ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημάτων, ἀλλ' ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πατρός. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ, ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιητὴς, οὐκ ἔχων δι' οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ' ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι' οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύγων ὡς Θεός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν δι' ἐναντίας. Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν. Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθω