Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.360
Not analysed yet
περὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος χωρίζεται; Ἀεὶ γὰρ αὐτῇ συμπέφυκέ τε καὶ ἐνυπάρχει. Εἰ δὲ κατ' ἐκείνους ξηρὰ καὶ ἄκαρπός ἐστιν ἡ τοῦ Θεοῦ φύσις, τίς ἡ ἐξ αὐτοῦ προελθοῦσα βούλησις ἐνεργὴς, ἣ καὶ τὸν Υἱὸν κατ' ἐκείνους ὑπέστησε, δημιουργική τις οὖσα καὶ τῶν οὐκ ὄντων ποιητική; Φεύγοντες γὰρ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαι λέγειν τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐκ τῆς ἀληθείας εἰς αὐτὸ συνελαύνονται. Ἔστι γὰρ Υἱὸς ἡ ζῶσα καὶ ἐνούσιος τοῦ Πατρὸς βούλησις, καὶ ὁ Λόγος αὐτοῦ, δι' οὖ τὰ πάντα ἐργάζεται. Ἐπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι καὶ ἐπὶ τῶν φύσει υἱῶν, τὸ «ἐγένοντο» ἢ καὶ «ἐποιήθησαν» κεῖται ἀδιαφόρως. Οὐδὲν αἱ λέξεις ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα. Ἐπὶ γὰρ τῶν φύσει υἱῶν, κἂν τὸ τῆς δουλείας ὄνομα τάττηται, οὐ παραιτεῖται τῆς φυσικῆς εὐγενείας τὸ ἀξίωμα. Κἂν ὁ γεννηθεὶς πεποιῆσθαι λέγηται, ἕως ἂν αὐτῷ περισώζηται τὸ ἀληθέστερον, οὐδὲν ἀπὸ τῆς λέξεως ὑπομένει τὸ ἀδίκημα. Ἡ γὰρ φύσις, οὐ πάντως ἡ λέξις ἐξετάζεται. Ὅταν τοίνυν ἐπὶ τοῦ γεννηθέντος Θεοῦ Λόγου φέρηται τὸ, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸ, μὴ συκοφαντείσθω τὸ γνήσιον τῆς ὑπάρξεως αὐτοῦ, ἀλλ' ἢ νοείσθω περὶ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἢ μηδὲν ἀδικείτω τὴν ἀλήθειαν τὸ τῆς λέξεως ἀδιάφορον. Βηρσαβεὲ τὸν Σολομῶνα δοῦλον ἐκάλει τοῦ Δαβὶδ, λέγουσα· «Τὸν δοῦλόν σου Σολομῶνα.» Καὶ πατέρες πολλάκις τοὺς ἐξ ἑαυτῶν γεννηθέντας δούλους ἀποκαλοῦσι, καὶ τοὺς οἰκέτας υἱούς. Ἀλλ' οὐχ αἱ λέξεις τὴν φύσιν ἀλλάττουσι, μᾶλλον δὲ τὴν ἐξουσίαν τῶν οὕτω βουλομένων ἀποκαλεῖν ἐπιδεικνύουσιν. Ὅτι δὲ καὶ ἐπὶ τῶν γεννωμένων εὑρίσκεται τὸ «ἐποίησε,» δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ Ἐζεχίας φησίν· «Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω.» Περὶ δὲ τοῦ Ἰὼβ γέγραπται, ὅτι «Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.» Εἰ τοίνυν ἐπ' ἀνθρώπων οὐ ταῖς ἀκριβείαις τῶν λέξεων, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἐνορῶντες ἐκδεχόμεθα τὸ λαλούμενον· πῶς οὐκ ἀναγκαίως τὸν αὐτὸν διακεισόμεθα τρόπον ἐπὶ τοῦ θείου γεννήματος; ΑΛΛΟ. Τὸ υἱὸς ὄνομα τὴν ἐκ πατρὸς σημαίνει γέννησιν· τὸ δὲ ποίημα, τὸ ἔξωθεν συνιστάμενον. Εἰ τοίνυν Υἱός ἐστι, μὴ καλείσθω ποίημα· εἰ ποίημά ἐστι, μὴ