Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.361
Not analysed yet
καλείσθω ψευδώνυμος Υἱός. Ἀλλ' Υἱὸς καλεῖται καὶ ἔστιν· οὐκοῦν οὐ ποίημα. ΑΛΛΟ, λόγος πιθανὸς δεικνύων, ὅτι οὐ ποίημά ἐστιν ὁ Υἱός. Εἴρηκέ που Σολομῶν ὁ σοφώτατος, ὅτι «Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν.» Εἰ τοίνυν ἓν τῶν ποιημάτων ἐστὶν ὁ Υἱὸς, ἀχθήσεται καὶ αὐτὸς εἰς κρίσιν. Καὶ πῶς ἀληθεύσει λέγων περὶ ἑαυτοῦ, ὅτι «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;» Ἢ πῶς ὁ Δανιὴλ οὐ ψεύσεται λέγων ὅτι αὐτῷ ἐδόθη ἡ κρίσις; Ἀληθεύει δέ· αὐτὸς γάρ ἐστιν ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς. Οὐκοῦν οὐ ποίημα, οὐδὲ τῶν πάντων ἓν, ἵνα μὴ ἄγηται καὶ αὐτὸς εἰς κρίσιν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ, «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·» καὶ ἐξῆς ἡ διάνοια τοῦ ῥητοῦ. Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ Ἀπόστολος, τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Ἦ ὅτε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνὴν, «Ὁ Λόγος σὰρξ ἐγένετο.» Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄνθρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι' αὐτοῦ καθαρίσῃ. Ἂν τοίνυν λέγηται περὶ Υἱοῦ ὅτι γέγονε πιστὸς, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος. Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα μορφῶν. Ὅνπερ γὰρ τρόπον ὁ Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ὅτι οὐδὲν ἕτερον σημαίνειν βούλεται τὸ πιστὸς, ἢ ὅτι ἀληθινὸς καὶ ἀναλλοίωτος. Πιστὸς ὁ Σωτὴρ καλεῖται δικαίως, μίαν ὑπὲρ πάντων θυσίαν προσενεγκὼν, τὴν αὐτὴν ἀεὶ καὶ οὐκ