Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.364
Not analysed yet
ἀλλαττομένην. «Ἅπαξ γὰρ ἀποθανὼν ὑπὲρ ἡμῶν· οὐκ ὄψεται θάνατον ἐκ δευτέρου.» Καὶ πάλιν ὁ Ἀπόστολος ἐπιστέλλων τισὶ λέγει· «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Πέτρος ὁμοίως· «Ὥστε καὶ οἱ πάσχοντες πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.» Ὁ Ἀπόστολος Θεσσαλονικεῦσι· «Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει.» Καὶ ὁμοίως πρὸς ἑτέρους· «Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει.» Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Πιστὸς οὖν ὁ Χριστὸς, ὅτι καὶ ἄνθρωπος γεγονὼς, ἔμεινεν ὁ αὐτὸς, χθὲς, καὶ σήμερον, καὶ εἰς τοὺς αἰῶνας· καὶ πιστὸς οὕτως, ὡς καὶ ὁ Πατὴρ εἶναι λέγεται πιστὸς παρὰ ταῖς θείαις Γραφαῖς. Εἰς τὸ, «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Χρὴ πάλιν ἐνθάδε τὸ, «ἐποίησε,» μὴ εἰς τὴν οὐσίαν ἀναφέρειν τοῦ Λόγου, μηδὲ τῆς ὑπάρξεως τοῦ Υἱοῦ διὰ τὴν λέξιν καταθρασύνεσθαι. Ἀλλὰ τὸ, «ἐποίησεν,» εἰ μὲν φυσικῶς ἐθέλοις, ἐκλήψῃ καλῶς ἐπὶ τοῦ ἐκ Μαρίας ποιηθέντος ναοῦ· εἰ δὲ πραγματικῶς πάλιν, οὐδὲν πρὸς τὸν Λόγον, οἷον φέρε εἰπεῖν· Πένης τις πάλαι τυγχάνων, χρημάτων γέγονε κύριος· ἢ προφήτης οὐκ ὢν ἐξ ἀρχῆς, εἰς προφήτην προεχειρίσθη παρὰ Θεοῦ. Ἀλλ' ἐν τοῖς τοιούτοις τὸ «ἐγένετο,» οὐ τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλ' εἰς ποῖόν τι πρᾶγμα καὶ ἀπὸ τίνος ἑτέρου μετέστη τὸ σημαινόμενον. Πῶς οὖν Κύριον ἐποίησε τὸν Ἰησοῦν ὁ Θεὸς, πῶς δὲ Χριστὸν, ἀναγκαῖον ζητεῖν εὐσεβῶς. Ἐπειδὴ γὰρ Θεὸς Λόγος ὢν καὶ πάντων ὑπάρχων Δεσπότης, ἐνανθρωπήσας γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, χρίεται μὲν, ἢ κεχρίσθαι λέγεται διὰ τὸ ἀνθρώπῳ πρέπον. Ἀναβαίνει δὲ εἰς τὴν τῆς κυριότητος ἐξουσίαν πάλιν ὡς ἄνθρωπος, καίτοι Κύριος ὢν ὡς Θεός. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα τὴν ἐλευθέραν τοῦ Θεοῦ φύσιν τῇ τοῦ δούλου καταχώσῃ μορφῇ, οὐδὲ ἵνα τὸ οἰκεῖον ἀφεὶς, τοῖς τῆς ἀνθρωπότητος ἰδιώμασι κρατηθῇ· ἀλλ' ἵνα τὸ δοῦλον εἰς τὴν τῆς κυριότητος ἀναρπάσῃ τιμὴν, καὶ εἰς τὴν οἰκείαν εὐγένειαν μετασκευάσῃ τὸ ἠτιμωμένον. Ἐπεὶ πῶς ἀδελφοὶ καλούμεθα Χριστοῦ, πῶς δὲ υἱοὶ χρηματίζομεν, εἰ μηδὲν ἡμᾶς ὠφέλησεν ἄνθρωπος γεγονὼς ὁ τοῦ Θεοῦ Λόγος; Ἐὰν δὲ λεγούσης ἀκούσῃς τῆς θείας Γραφῆς ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν εἰς τὸ τοῦ Πατρὸς πρόσωπον ἀναφέρῃς, συνομολογεῖς μὲν καὶ οὕτως ὅτι τοῖς θελήμασι τοῦ Υἱοῦ συνευδοκεῖ καὶ ὁ Πατήρ. Καὶ Κύριον οἶδεν αὐτὸν καὶ ὅτε γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ· οὐκ ἔξω δὲ ὅμως οὐδὲ τοῦ ταῦτα ποιεῖν ὁ Υἱὸς εὑρεθήσεται. Ἃ γὰρ ἂν ἐργάζηται ὁ Πατὴρ, ταῦτα πάντως ἐστὶν ἔργα τοῦ Υἱοῦ, καὶ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, ταῦτα πάντως ὁ Πατὴρ ἐργάζεται. Διὰ τοῦτό φησιν ὁ Σωτήρ· «Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ