Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.401
Not analysed yet
ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» Δήλου τοιγαροῦν ὑπάρχοντος ἅπασιν ὡς ὁ τοῦ Θεοῦ Λόγος ἦν ὁ ἐν τοῖς προφήταις τὰ τοιαῦτα λαλῶν, τί ποιήσουσιν οἱ χριστομάχοι; Ψυχὴν ἆρα καὶ καρδίαν περιθήσουσιν αὐτῷ, ἐροῦσι δὲ τῷ τῆς λύπης κρατεῖσθαι πάθει καὶ τῷ τῆς ὀργῆς, ἵνα μὴ πλέον τι ἔχων ἀνθρώπου φαίνηται, ὁ ὑπὲρ πᾶσαν γενητὴν φύσιν ὑπάρχων τοῦ Θεοῦ Λόγος, καὶ τοσοῦτος ὅσος καὶ ὁ Πατήρ; Ἀλλ' ἴσως τοῦτο μὲν παραιτήσονται· ἐροῦσι δὲ εἰρῆσθαι τὰ τοιαῦτα παρὰ τοῦ Λόγου τροπικῶς τε καὶ συγκαταβατικῶς. Εἰ τοίνυν πρὸ τῆς ἐπιδημίας τὰ τοιαῦτα λέγοντι τῷ Υἱῷ τοῦ Θεοῦ, τὸ αὐτῷ πρέπον ἀξίωμα σώζομεν, ἄνω καὶ λύπης καὶ ὀργῆς καὶ παντὸς πάθους ὑπάρχειν αὐτὸν διαβεβαιούμενοι, κἂν διὰ τὸ χρήσιμον ὑπομένειν αὐτὰ προσποιῆται, πῶς οὐκ ἄτοπον, ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν τῇ ταῦτα πασχούσῃ σαρκὶ καταβέβηκε, μὴ συγχωρεῖν αὐτῷ τὰ τοιαῦτα λέγοντι μένειν ἐν ἀπαθείᾳ, ἐχούσης αὐτὰ φυσικῶς τῆς σαρκὸς, ἣν δι' ἡμᾶς ἀνέλαβε μετὰ πάντων τῶν αὐτῇ προσόντων φυσικῶς; Ἀνθρωπότητος δὲ ἴδιον, τὸ κλαίειν, καὶ ταράττεσθαι, καὶ ἀδημονεῖν, καὶ παραιτεῖσθαι τὸν θάνατον, καὶ τὰ τούτοις ὅμοια πάσχειν. ΛΟΓΟΣ ΚΕʹ. Εἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως,» ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἀντίθεσις ἐκ τῶν χριστομάχων. Εἰ μὴ κτίσμα, φασὶν, ὑπάρχει ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη πρωτότοκος πάσης κτίσεως· ὡς γὰρ πολλὴν ἔχων πρὸς τὰ γεγονότα τὴν εὐγένειαν, εἰ καὶ πρῶτος αὐτῶν εἴη καὶ πρὸ πάντων ἐστὶ, καὶ ταύτῃ κέκληται τῇ ἐπωνυμίᾳ. Πρὸς τοῦτο λύσις. Πρὸς μὲν τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα οὐ χαλεπὸν ἀντιλέγειν. Ἐκεῖνο δὲ χρὴ πρῶτον εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκατατάττει τῇ κτίσει τὸν Υἱὸν, ὑπεξελεῖται πάντως αὐτὸν ἡ τοῦ Μονογενοῦς προσηγορία· ὥσπερ γὰρ οὐκ ἄν τις καλοῖτο πρωτότοκος, εἰ μὴ πολλοὺς ἔχοι τοὺς ἀδελφοὺς, ὧν ἐστι καὶ πρωτότοκος, οὕτως οὐκ ἂν εἴη μονογενὴς, εἰ μὴ μόνος ὑπάρχοι, ἑτέροις τισὶν οὐ συναριθμούμενος. Πῶς οὖν ἐστι καὶ πρωτότοκος καὶ μονογενής; Δεῖ γὰρ ἢ ἐκεῖνο κρατεῖν ἢ τοῦτο. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ ἀμφοτέροις αὐτὸν ἀποκαλεῖ τοῖς ὀνόμασι, ζητεῖν ἀναγκαῖον τοὺς ὅσοι ταῖς θείαις Γραφαῖς προσβάλλουσιν ἀκριβῶς, πῶς μὲν ἔσται πρωτότοκος, κατὰ τίνα δὲ τρόπον καὶ μονογενής. Μονογενὴς μὲν οὖν, καθὸ Λόγος ἐστὶν ἐκ Πατρὸς, ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος εἷς γὰρ καὶ μόνος ὁ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκος δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀπολελυμένως, ἀλλ' ἐν πολλοῖς ἀδελφοῖς, καθὰ γέγραπται. Πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφὸς, εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλετο σάρκα; Οὐκοῦν τότε