Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.404
Not analysed yet
πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. ΑΛΛΟ. Πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Ἐπιτηρῆσαι δὲ ὅμως κἀκεῖνο καλὸν, μονογενὴς καλεῖται καὶ πρωτότοκος. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμένης αἰτίας, καθ' ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ' ἀπολελυμένως, μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι' ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ, «Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς,» καὶ «Πρωτότοκος ἐκ τῶν νεκρῶν.» Ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος τοῦτο μὴ ἀπολέσαι, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινὸς ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει· ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῆς καὶ Κύριος. Οὕτω καὶ ὁ εὐαγγελίστης φησίν· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.» ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, ἄλλος ἔσται τῶν πάντων. Ἐν γὰρ τῷ εἰπεῖν πάντα, οὐδὲν ἀφῆκεν ἐκτὸς ὃ μὴ γέγονεν δι' αὐτοῦ. Οὐκοῦν κτίσμα μὲν ὁ Υἱὸς οὐκ ἔσται, κτίστης δὲ μᾶλλον τῶν πάντων, καθὰ γέγραπται. Οὐ γὰρ εἴρηκεν ἡ θεία Γραφὴ, ὅτιπέρ ἐστι πρωτότοκος τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὄντως ὡς ἐξ αὐτῶν εἶναι νοοῖτο, ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἶναί φησιν, ἵνα διὰ τοῦτο, ὡς εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ' αὐτὴν πιστεύηται. Ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ' ἕτερος παρὰ ταύτην. Καὶ γοῦν ἡ θεία Γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὴμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἵνα μὴ ἕτερος εἶναι παρὰ τούτους νομίζηται· ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναί φησι τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν, τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσί τινες, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. Εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται, καθὸ πάσης κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσίν ἐστιν. Ἔσται οὖν ἑαυτοῦ καὶ πρῶτος καὶ δεύτερος. Εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρω-