Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.405
Not analysed yet
τότοκος, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. Εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος· πρῶτος μὲν κατ' ἐκεῖνον τὸν τρόπον, δεύτερος δὲ κατὰ τοῦτον. ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης κτίσεως, εἶς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων, γέγονε δὲ πάντα δι' αὐτοῦ, ἑαυτοῦ ποιητὴς ἔσται, καθ' ὑμᾶς, καὶ ὁ κτίζων κτίζεται, καὶ τοῦτο δι' ἑαυτοῦ. Εἰ γὰρ ἐν τοῖς πᾶσίν ἐστι καὶ πάντα δι' αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. Καὶ εἰ πᾶσα ἡ κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἶς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς; ΑΛΛΟ διηγηματικῶς, κατὰ τὴν εὐσεβῆ νόησιν, καθ' ἣν νοεῖται «Πρωτότοκος.» Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καθὸ γέγονεν ὅμοιος ἡμῶν κατὰ πάντα χωρὶς ἁμαρτίας, καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας ἀδελφός τε ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως. Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησεν τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. Διὸ καί φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Δι' αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν ἐκδιδάσκεται, καὶ ὥσπερ διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν. ΑΛΛΟ, πῶς ἂν εὐσεβῶς νοηθείη, «Πρωτότοκος πάσης κτίσεως.» Διὰ τὴν τοῦ Πατρὸς φιλανθρωπίαν ἣν ἔχει περὶ τὰ αὐτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσεν ὁ Υἱὸς, καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβᾶσα μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ· ἵν' ἐπειδήπερ καλεῖται τούτων πρωτότοκος, δι' αὐτὸν σώζηται τὰ μετ' αὐτόν. Εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὦν ἐστι πρωτότοκος. Ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς ἀναλάμψας· πρωτότοκος δὲ δι' ἡμᾶς, ἵν' ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα ᾖ. Γέγονε γὰρ τὰ πάντα δι' αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτῷ διασώζεται. ΑΛΛΟ. Εἰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως ὡς κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξομεν τὸν Υἱὸν, ἔσται πρῶτος μὲν ταύτης κατὰ τὸν χρόνον συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἶναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. Συγγενὴς οὖν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τε καὶ νηκτοῖς. Καὶ ταῦτα γὰρ, εἰ καὶ ἐλάχιστα, μέρη γοῦν πάσης τῆς κτίσεώς ἐστιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν εὐσεβῶς πρωτότοκος μὲν, ὡς ἐν πολλοῖς ἀδελφοῖς διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους νοηθήσεται.