Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.484
Not analysed yet
Πατρὸς δι' ἧς τὰ πάντα ἐργάζεται, πῶς ἂν εἴη φύσεως τῆς γενητῆς; Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς κατά τινων ἀβουλίαν. ΑΛΛΟ, τοῦ αὐτοῦ συλλογιστικῶς. Εἰ πᾶν τὸ ὡς ἐν ὑποστάσει πεποιημένον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη, Χριστὸς δὲ σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τῶν γενητῶν ἐστι φύσεως κατά τινας, ἀνάγκη συνομολογεῖν ἄσοφον μέν ποτε καὶ ἀδύνατον εἶναι τὸν Θεὸν, ὕστερον δέ πως γενέσθαι τοῦτο, πρὸς τὸ εἶναί ποτε κληθέντος τοῦ Υἱοῦ. Τοιαύτη γὰρ τῶν γενητῶν ἡ φύσις. Ἀλλ' ὁμοῦ δύσφημον τε καὶ ἀμαθὲς, τὸ τοιαύτην ἔχειν περὶ Θεοῦ τὴν δόξαν. Δύσφημον μὲν, οὐ γὰρ ἦν ἄσοφός ποτε καὶ ἰσχύος ἔρημος ὁ Πατήρ· ἀμαθὲς δὲ πάλιν διὰ τοῦτο. Εἰ γὰρ καὶ πεποίηται κατ' ἐκείνους ὁ Υἱὸς, πεποίηται δηλονότι παρὰ Πατρός. Ἀλλ' οὐκ ἂν ἰσχύος τε ὁμοῦ καὶ σοφίας ἔρημος ὢν ὁ Πατὴρ, πρὸς τὸ εἶναι παρήγαγεν τὸν τοσοῦτον Υἱὸν, ὡς καὶ εἰκόνα καὶ χαρακτῆρα καλεῖσθαι τῆς ὑποστάσεως αὐτοῦ. Πῶς γὰρ ἂν γένοιτο μὴ ἐν ἰσχύει καὶ σοφίᾳ ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν Υἱὸς, ὅπου καὶ τὴν τοσοῦτον αὐτοῦ μείονα κτίσιν ἐν σοφίᾳ πεποιῆσθαί φησιν ἡ θεία Γραφὴ, καὶ ἐν δυνάμει Θεοῦ; Καὶ εἰ τῷ μικρῷ σοφίαν ἐδέησε τῆς τοῦ ποιοῦντος πρὸς τὸ γενέσθαι καλῶς, πῶς οὐ πολλῷ μᾶλλον τῷ μείζονι; Ἀλλὰ πολὺ μᾶλλον ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία. Ἦν δὲ ἀεὶ σοφός τε καὶ δυνατὸς ὁ Πατὴρ, οὐκ ἄρα τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ὁ τῷ Πατρὶ συναΐδιος, ὡς σοφία καὶ δύναμις ὑπάρχων αὐτοῦ. ΑΛΛΟ. «Ὁ Κύριος, φησὶν, ἐγγὺς, μηδὲν μεριμνᾶτε.» Ὅρα δὴ πάλιν, ὅπως ἡμῖν καὶ διὰ τούτου Θεὸς ὑπάρχων ἀληθινὸς ὁ Υἱὸς ἀναδείκνυται. Παύλου γὰρ ἡμῖν ἐγγὺς εἶναι φάσκοντος τὸν Χριστὸν ὡς Κύριον, αὐτὸς δι' ἑνός φησι τῶν προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν.» Αὐτοῦ τοιγαροῦν τοῦ Υἱοῦ Θεὸν ἑαυτὸν εἰδότος τε καὶ ἀποκαλοῦντος, ὡς ἠκούσαμεν, πῶς ἄν τις εἴ τῳ ποίημα δοκείη λέγειν αὐτὸν, οὕτως ἔχων ὀφθήσεται, καὶ οὐχ ἁμαρτήσει; ΑΛΛΟ. «Ἀλλ' ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει, μετ' εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Διαλεγόμενός πού φησιν ὁ Σωτὴρ πρὸς τοὺς οἰκείους μαθητάς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὅτε τοίνυν ἑαυτοῦ μὲν εἶναί φησιν τὴν εἰρήνην, Παῦλος δὲ αὐτὴν τοῦ Θεοῦ λέγει, Θεὸν ὄντα τὸν Υἱὸν δηλονότι ἐπίσταται, τὸν τῆς εἰρήνης τοῖς ἁγίοις χορηγόν· πρὸς ὃν καὶ ὁ μακάριος Ἡσαΐας προφητικῷ κινούμενος πνεύματι, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων φησί· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην