Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.517
Not analysed yet
ράνιος. Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Τοῦ Θεοῦ καὶ Πατρὸς ἀφιέντος ἁμαρτίας καὶ τὸν ταῖς παρανομίαις ἔνοχον ἀπολύοντος, ἐξουσίαν ἔχει τοῦτο χαρίζεσθαι καὶ ποιεῖν καὶ ὁ Υἱός. Καὶ γοῦν ὁ Σωτήρ που πρός τινά φησι· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ὅτε τοίνυν τοσαύτης ἐξουσίας ἐπειλημμένον ὁρῶμεν τὸν Υἱὸν, ἧς ἂν ἔχῃ καὶ ὁ Πατὴρ, πῶς αὐτὸν ἑτεροφυῆ τε καὶ ἔκφυλον λεγόντων ἀνεξόμεθα τῶν ἀνοσίων αἱρετικῶν, ἐν οὐδενὶ τῶν πεποιημένων ἐπιδεῖξαι δυναμένων κειμένην οὕτω τὴν μόνῳ Θεῷ πρέπουσαν ἐξουσίαν; ΑΛΛΟ. «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.» Ὅρος οὗτος ἐξ ἑνὸς κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν ἀληθέστατος. Ἴδωμεν τοίνυν ἀκριβῶς τῶν εἰρημένων τὴν δύναμιν, καὶ ἐπ' αὐτῆς ἤδη τῆς θείας οὐσίας ἐξεταζέσθω τὸ πρᾶγμα. Οὐκοῦν τό τινος κατά τι γένος τῶν ἀγαθῶν ἐλαττούμενον, ὡς πρὸς ἐκεῖνο τὸ νικῶν, οὐ καλόν· οὐ γὰρ ὅμοιον οὐδὲ ἴσον ἀπαραλλάκτως αὐτῷ. Καλοῦ δὲ ὄντος τοῦ ἀγενήτου λίαν, ἐν ἐλάττονι μοίρᾳ τὸ γενητὸν εὑρίσκεται, καὶ ὡς πρὸς ἐκεῖνο, οὐ καλόν. Πῶς ἔσται καρπὸς γενητὸς ἐξ ἀγενήτου φυτοῦ, εἴπερ ὢν ἀγένητος ὁ Πατὴρ πιστεύεται; Εἰ γὰρ οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν, δένδρον τε καλὸν ὁ Θεὸς καὶ Πατὴρ καὶ διὰ τὸ εἶναι ἀγένητος, πῶς δὴ καὶ πόθεν ὁ ἐξ αὐτοῦ καρπὸς ἔσται γενητὸς, ὡς ἐντεῦθεν ὁρᾶσθαι πονηρὸν, διὰ τὸ ψεύδεσθαι τοῦ γεννήσαντος αὐτὸν τὴν εὐγένειαν; Ἀλλὰ μὴν ἀγαθὸν ὁ καρπὸς, ὥσπερ οὖν ἀμέλει καὶ τὸ φυτόν. Οὐκ ἄρα διαψεύσεται τοῦ Πατρὸς τὴν εὐγένειαν ὁ Υἱὸς, ἐξ ἀγενήτου γενητὸς ἀναδεικνύμενος. Ἔσται δὲ καὶ αὐτὸς ἀγένητος ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα ἢ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν; ΑΛΛΟ. «Καὶ ἰδοὺ προσελθὼν προσεκύνει αὐτῷ λεπρὸς, λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.» Ἐξ αὐθεντίας ἡ χάρις· δεσποτικὸν τὸ ἐπίταγμα. Πῶς οὖν ἐν δούλοις ὡς γενητὸς ὁ Υἱὸς, ὁ καὶ ἐν τῷ ἐθελῆσαι μόνον πάντα ποιεῖν δυνάμενος, καὶ τὸ θεϊκὸν ἀξίωμα καὶ τοῦ τεκόντος ἴδιον καὶ κατὰ τοῦτο φέρων; Γέγραπται γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν,» ὡς ἐν τῇ θείᾳ θελήσει τῶν ἔργων εὐθὺς ὑφισταμένων, καὶ νεύματι μόνῳ πρὸς τὸ εἶναι καλουμένων. Ὁ δὲ τοῦ ἰδίου Πατρὸς τήν τε δύναμιν ἔχων καὶ τὴν ἐξουσίαν, πῶς ἂν εἴη πρὸς αὐτὸν ἑτεροφυὴς διὰ τὸ εἶναι γενητὸς, οὐχ οὕτω φύσεως ἐχούσης ἐκείνου; Φιλεῖ γὰρ ἀεὶ τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα, τῆς αὐτῆς ὑπάρχειν καὶ οὐσίας, καὶ τὸ ἑτεροφυὲς ἐν τούτοις ἀπίθανον. Οὐκοῦν ὁμοφυὴς ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐξ ἀγενήτου ἀγένητος, ὡς τὴν αὐτὴν ἔχων ἐξουσίαν καὶ δύναμιν,