Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.529
Not analysed yet
μόνην τὴν θείαν οὐσίαν τὸ κυρίως ἀγαθόν. Ὁ δὲ εἰς τοσαύτην ἑνότητα τῷ Πατρὶ περισφιγγόμενος φυσικῶς Θεὸς Λόγος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος; ΑΛΛΟ. Ἐρωτώμενος ὑπὸ τῶν ἀρχιερέων ἐπὶ Ποντίου Πιλάτου Χριστὸς, εἰ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, «Σὺ εἶπας,» φησὶν, οὐκ ἀρνούμενος. Εἶτα προστιθεὶς λέγει· «Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Τί οὖν ἡμῖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι [ὅταν] ἐπὶ Θεοῦ λέγηται τὸ καθέζεσθαι καὶ θρόνος, τό τε ἀρχικόν τε καὶ δεσποτικὸν, βασιλικόν τε ὁμοῦ καὶ πάντων κρατοῦν ἀξίωμα σημαίνεται. Οὐ γὰρ δήπου φήσειεν ἄν τις τῶν σοφῶν κατὰ τὰς ἐν τοῖς πίναξιν ὁρωμένων γραφὰς χρῆναι νοεῖσθαι περὶ Θεοῦ· οὐδὲ θρόνον μέν τινα λογιούμεθα κεῖσθαι, τῶν δὲ ἁπάντων Κύριον ἀνακεκλίσθαι πιστεύομεν ἐπ' αὐτῷ, ἀλλ' οὐδὲ ὄλως εἶναι δεξιόν τε καὶ ἀριστερὸν ἐπὶ τῆς θείας καὶ ἀπερινοήτου φύσεως. Σωμάτων γὰρ οἰκεῖον καὶ σχῆμα καὶ τόπος, ἵδρυσίς τε καὶ ἔγερσις. Ταύτην οὖν ἐχόντων τὴν δύναμιν ἐπὶ Θεοῦ, τῶν τε ὀνομάτων καὶ τῶν λέξεων, ὅσαι δηποτοῦν τὰ τοιαῦτα σημαίνουσι· κατὰ τίνα τρόπον ὁ Υἱὸς ἐκ δεξιῶν τῆς δυνάμεως καθεζόμενον ἑαυτὸν ὀφθήσεσθαι λέγει, ἢ ὡς ὁμόθρονον δηλαδὴ καὶ οὐ δεύτερον εἰς τιμὴν, ὥσπερ ἂν εἴ τις οἰηθείη, τοῦ Πατρός; Τοῦτο γὰρ τὸ «ἐκ δεξιῶν» ἔοικε δηλοῦν, ἀπὸ τῆς παρ' ἡμῖν συνηθείας τὸ ὑπὲρ ἡμᾶς ἀνατυποῦν. Πῶς οὖν ὁμότιμός τε καὶ ἐν τοῖς αὐτοῖς τῷ Πατρὶ θρόνοις ὁ Υἱὸς ὢν εὑρεθήσεται, εἴπερ οὐκ ἔστι κατὰ φύσιν Υἱὸς τὴν τοῦ Πατρὸς ἰδιότητα φυσικῶς ἔχων ἐν ἑαυτῷ, ποίημα δὲ μᾶλλον, ὡς ἐκεῖνοι ληροῦντες φασίν; Ἢ γὰρ ἀνάγκη συνομολογεῖν μὴ ὑπὸ μόνου τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ βασιλεύεσθαι τὴν κτίσιν, ἐπιστατεῖν δὲ αὐτῇ καὶ ἕτερόν τινα γενητὸν καὶ ἐπείσακτον Θεὸν, καὶ οὐκ ἔτι Θεὸς εἷς ἐφ' ἡμᾶς, κατὰ τὴν Γραφήν· ἢ εἴπερ εἷς ἐστιν ὁ Θεὸς, συμβασιλεύει δὲ αὐτῷ Θεὸς ὢν ὁ Υἱὸς, τῆς αὐτῆς ἂν εἴη φύσεως εἰκότως, ἧσπερ ἂν ὢν ὑπάρχει καὶ ὁ Πατήρ. Οὕτω γὰρ εἷς ἔσται Θεὸς, τῇ τῆς φύσεως ταυτότητι πρὸς θεότητα μίαν τρεχούσης τῆς ἁγίας Τριάδος, εἰ καὶ ἐν τῇ καθ' ἕκαστον τῶν ὀνομάτων θέσει καὶ ἰδιαζόντως ἐν ὑπάρξει μοναδικῇ νοουμένη, τὸν τριττὸν εὐρύθμως ἀριθμὸν ἐπιδέχοιτο. Ὅτε τοίνυν τῆς αὐτῆς οὐσίας ἐστὶν ὁ Υἱὸς τῷ ἀκτίστῳ Πατρὶ, πῶς ἂν αὐτὸς ὡς κτίσμα νοοῖτο, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν, καὶ οὐχὶ μᾶλλον ὡς γνήσιον γέννημα, ὅπερ ἐστὶ καὶ ἀληθές; Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Εἰ ἦν ἐν ἀρχῇ τῇ κατ' ἐπίνοιαν χρονικῇ (οὕτω γὰρ ἡμῖν ἐσχηματίσθω πρὸς τὸ παρὸν οἰκονομικῶς ὁ λόγος), πῶς ἂν ἐγένετο μετ' αὐτήν; Τὸ γὰρ ὅλως διὰ τοῦ πεποιῆσθαι πρὸς τὸ εἶναι κεκλημένον, οὐκ ἂν ὑπάρχειν ἐν ἀρχῇ νοοῖτό ποτε, ἀλλ' οὐδ' ἂν ὅλως ἀρχὴ καλοῖτο, χρόνου μὲν αὐτῆς προβαδίζοντος, φαίνεσθαι δέ τι πρὸ αὐτῆς