Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.532
Not analysed yet
ἐπιτρέποντος. Ἢ τοίνυν οὐδὲν ὅλως εἶναι πρὸ αὐτῆς λεγέτωσαν, καὶ λελύσθω διὰ τούτου τὸ ζητούμενον· ἢ εἴπερ ἀρχήν τινα τῆς ἀρχῆς ἑτέραν εἶναί φασιν, ἴστωσαν μὲν τοῦτο λέγοντες ἀμαθῶς, πλὴν καὶ παρ' ἡμῶν ἀκουέτωσαν, ὡς ἤνπερ ἂν ἀνωτάτω δοῖεν ἀρχὴν, ταύτην εἶναί φαμεν καθ' ἢν ἦν ὁ Λόγος. Πῶς δὲ ἡμῖν οὐκ ἀρκέσει τὸ, ἦν, πρὸς ἀνατροπὴν τῶν πεποιῆσθαι λεγόντων αὐτόν; Εἰ γὰρ ἦν, οὐκ ἐγένετο· εἰ ἐγένετο, οὐκ ἦν. Ἐπειδὴ δὲ ἦν, οὐκ ἐγένετο· τὸ γὰρ ὂν καὶ ὑπάρχον ἤδη, καὶ τοῦτο ἐν ἀρχῇ, οὐκ ἂν λέγοιτο πεποιῆσθαί ποτε. ΑΛΛΟ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Φαίνεται λοιπὸν ὁ μακάριος εὐαγγελιστὴς σαφέστερον ἡμῖν ἑρμηνεύων τὸ τῆς ἀρχῆς ὄνομα. Οὐδὲν γὰρ ἕτερον, ὡς εἰκὸς, τὴν ἀρχὴν εἶναί φησιν, ἢ αὐτὸν τὸν Πατέρα, ἀφ' οὗπερ ὁ ζῶν ἐξέλαμψε Λόγος, καθάπερ ἐξ ἡλίου τὸ φῶς. Ἕτερον μέντοι παρ' αὐτὸν εἶναι νοούμενον, οὐκ ἔξω δὲ ὅμως τῆς τοῦ ἐκπέμποντος οὐσίας κείμενον. Οὐκοῦν ἀρχὴ τῷ Υἱῷ ὁ Πατήρ. Ἀρχὴν δὲ οὐ τὴν ἐν διαστήμασι χρονικοῖς μετρουμένην φαμὲν, ἀλλὰ μᾶλλον τὴν τοιαύτην, ἐφ' ἧς τό τε ἅμα καὶ τὸ ἐξ αὐτῆς νοεῖται. Οἷον ἡ ἐκ πυρὸς θερμότης, ἀρχὴν ἔχει τὸ πῦρ· ἀλλ' ἅμα καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νοεῖται καὶ ἀχωρίστως· ἡ ψύξις ἡ ἐξ ὕδατος, ἀρχὴν ἔχει τὸ ὕδωρ· ἀλλ' ἅμα καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν ἀχωρίστως. Ἀμήχανον γάρ τι τῶν εἰρημένων δίχα τῶν προσόντων αὐτῷ φυσικῶν, ἢ εἶναι, ἢ φαίνεσθαι· εἴ γε μὴ διά τινος μηχανῆς ἑτέρας ἐκβιασθὲν, τῆς ἐξ ἔθους αὐτῷ καὶ φίλης ἐνεργείας παρασαλεύοιτο· ὥσπερ ἀμέλει τὸ ὕδωρ ἐκ πυρὸς εἰς θερμότητα συνωθούμενον. Ἡ θεία καὶ ἀκήρατος φύσις πολὺ τῶν παρενεχθέντων ὑποδειγμάτων τὴν δύναμιν ἀναβαίνουσα, πάντως που στήσεται μὲν ἐφ' ἑαυτῇ, ἕξει δὲ ἀεὶ ὡσαύτως, ἐπεὶ καὶ παντὸς ἐλευθέρα πάθους ἐστίν. Οὐκοῦν ὡς ἐν ἀρχῇ τῷ Πατρὶ ἦν ὁ Λόγος, ἵνα νοῇς ἅμα τε ὄντα τὸν Πατέρα, καὶ τὸν ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ Λόγον, οὐδενὸς μεσολαβοῦντος χρόνου τὴν ὕπαρξιν αὐτοῦ. Τὸ γὰρ, ἦν, οὕτω νοεῖν ἡμᾶς ἀναγκάζει. ΑΛΛΟ. «Καὶ Θεὸς ἧν ὁ Λόγος.» Ἐνταῦθα σαφῶς ἀναιρεῖται τὸ πρόσφατον εἶναι Θεὸν τὸν Υἱόν. Ἦν γὰρ Θεὸς ὢν, φησὶν ὁ ἅγιος εὐαγγελιστής. Ὁ δὲ τοῦτο ὢν ἐν ἀρχῇ, πῶς ἂν εἴη πεποιημένος; Ἄλλως τε κἀκεῖνο πρὸς τούτοις εἰδέναι καλὸν, τὸ ἐν χάριτος μέρει θεοποιούμενον, καὶ Θεὸς κατὰ φύσιν οὐκ ὂν, ἀνάγκη καθ' ἑαυτὸ καὶ ἰδιαζόντως ὑπάρχειν τι καὶ ὑφεστάναι, εἶθ' οὕτω προσθήκην ὥσπερ τινὰ τὴν τοῦ ἀξιώματος δέχεσθαι περιβολήν· ὥσπερ οὖν καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὑπάρχοντες, χάριτι πλουτοῦμεν τὸ καλεῖσθαι θεοί. Ἢ τοίνυν λεγέτωσαν τί μὲν πρότερον ἦν ὁ ἐκ Πατρὸς Θεὸς προελθὼν Λόγος, πῶς