Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.533
Not analysed yet
δὲ καὶ ὕστερον ἐκλήθη Θεός· ἢ εἴπερ αἰσθάνονται δυσσεβοῦντες ἀμέτρως, τῆς κατὰ φύσιν θεότητος ἀπογυμνοῦντες τὸν Υἱὸν, παυέσθωσαν ἀμαθῶς πεποιῆσθαι λέγοντες τὸν κατὰ φύσιν ὄντα Θεὸν, οὐδενὸς αὐτοῖς τοῦτο φρονεῖν ἐπιτρέποντος λόγου. ΑΛΛΟ. «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Οὐκ ἔξωθεν ὄντα τῆς τοῦ Πατρὸς οὐσίας ἐπιδεικνύει τὸν Υἱὸν, ἀλλ' ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχοντα. Καὶ τοῦτο πάλιν, οὐκ ἐν χρόνῳ φησὶ λαβεῖν τὸ ἀξίωμα, ἀλλ' οὕτως εἶναι ἐν ἀρχῇ. Ὁ δὲ τῆς τοῦ γεννήσαντος οὐσίας καρπὸς ἀληθὴς, κατὰ τίνα τρόπον ἑτεροφυὴς εὑρεθήσεται; Ὥσπερ γὰρ ἐξ ἀκανθῶν οὐκ ἄν τις τρυγήσαι σταφυλὰς, οὕτως ἀδύνατον ἐξ ἀμπέλου τεχθῆναι τὴν ἄκανθαν. Οὐκοῦν ἐπειδήπερ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὕτως ἡμῖν ἕξει καὶ ὁ Υἱὸς, ἵνα μὴ φαίνηται τῶν ἑαυτοῦ ποιημάτων ἐλάττων ὁ Θεὸς καὶ Πατήρ· εἴ γε τὰ μὲν οὐκ ἔκφυλον τὸν ἐξ ἑαυτῶν ἀποτίκτει καρπὸν, ὁ δὲ τοῦτο φαίνοιτο παθὼν διὰ τὸ γεννᾷν τὸν μὴ φύσει Θεόν. Τοῦτο γὰρ τὸ πεποιῆσθαι δίδωσι νοεῖν καθ' οὗπερ ἂν φέροιτο. Οὐ γὰρ ἂν εἴη φύσει Θεὸς ὁ πεποιημένος. ΑΛΛΟ. «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Εἰ ἐν τῷ πάντα εἰπεῖν, οὐδὲν ὅλως καταλελοιπὼς εὑρίσκεται, ὃ μὴ τῷ τῶν γεγονότων ἀριθμῷ συγγράφεται, ἕτερος ἄρα ἐστὶ παρὰ πάντα λοιπὸν, ὁ πάντα πρὸς τὸ εἶναι κεκληκὼς Θεὸς Λόγος. Πῶς οὖν ἕτερος, εἴπερ ἐστὶν ὁμογενής τε αὐτοῖς καὶ συμπεποιημένος; Ἐπειδὴ δὲ ἕτερος, οὐκ ἄρα ὁμογενής. Οὐκοῦν οὐδὲ ποίημα, ποιητὴς δὲ μᾶλλον καὶ κτίστης, ὡς Θεός. ΑΛΛΟ. Γέγραπται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Πῶς οὖν, εἴπερ ἐστὶ ποίημα, κατ' ἐκείνους, ὁ Υἱὸς, προσκυνεῖται παρ' ἡμῶν τε καὶ τῶν ἁγίων ἀγγέλων; Καὶ μάρτυς ὁ Παῦλος παρέσται λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Πῶς δὲ, εἰπέ μοι, κατὰ τῶν λελατρευκότων τῇ κτίσει παρὰ τὸν κτίσαντα, βαρύ τι τὸ ἔγκλημα φέρεται, εἴπερ ὧδε φύσεως ἔχοντα τὸν Υἱὸν καὶ κτίσμα τυγχάνοντα, κατ' αὐτοὺς, θεραπεύουσιν ὡς Θεὸν καὶ αἱ καθαρώταται τῶν οὐρανῶν δυνάμεις; αἷς δὴ καὶ μάλιστα τὸ μηδαμοῦ πλανᾶσθαι δοίη τις ἂν προσεῖναι δικαίως, ὅσῳ δὴ καὶ μᾶλλόν εἰσι τῶν παρ' ἡμῖν συνετῶν νουνεχέστεραι. Ἀλλ' οὐδεὶς ὁ ἔλεγχος τοῖς λατρεύουσι Χριστῷ, ἐκ δὲ τῶν ἐναντίων πολὺς ὁ μισθός. Οὐκ ἄρα ἐστὶ ποίημα, Θεὸς δὲ μᾶλλον, ἀκατηγορήτως τε καὶ ἀνεγκλήτως παρὰ πάσης ὁμοῦ τῆς κτίσεως προσκυνούμενος. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ ποίημα καὶ κτίσμα, κατ' ἐκείνους, ἐστὶν ὁ Υἱὸς,