Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.536
Not analysed yet
πάντα δὲ δι' αὐτοῦ γεγονότα φαίνεται, ἐαυτὴν ἡ κτίσις δημιουργεῖ, καὶ μάτην ὡς ποιητὴς ἐπικομπάζει, λέγων· «Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Ἀλλ' οὐδὲ[ν] τῶν πεποιημένων φαίνεται δημιουργοῦν, Θεὸν δὲ ἡ κτίσις ἀνακηρύττει τὸν ποιητήν. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ τῶν ποιημάτων ἓν, κατὰ τὴν τῶν πλανωμένων ἀβουλίαν τε ὁμοῦ καὶ ἀσέβειαν. ΑΛΛΟ. «Ἦν τὸ φῶς τὸ ἀληθινόν.» Εἰ φωτὸς ὄντος ἀληθινοῦ τοῦ Πατρὸς, φῶς ἀληθινόν ἐστι καὶ ὁ Υἱὸς, ποίαν ἕξει τὴν διαφορὰν, κατά γε τὸν τῆς φύσεως λόγον, ὡς πρὸς αὐτὸν ὁ ἐν ἴσῃ τάξει καὶ κατὰ τοῦτο τιθέμενος αὐτῷ; Εἰ δὲ ὑπάρχων ἑτεροφυὴς, κατὰ τὴν τῶν ἀνοσίων αἱρετικῶν ἀβουλίαν, ἀληθινὸν εἶναι δύναται φῶς, τίς ἡ ἐπιτήρησις τοῖς ἁγίοις εὐαγγελισταῖς; Τί δὲ ὡς μέγα καὶ ἐξαίρετον τῷ Θεῷ καὶ Πατρὶ τὸ εἶναι φῶς ἀληθινὸν ἀπονέμουσι; Φαίνεται γὰρ, καίτοι κατ' ἐκείνους γενητὸς ὢν ὁ Υἱὸς, φῶς ὑπάρχων ἀληθινόν. Εἴπερ οὖν ἄβατα τοῖς γενητοῖς ἐστι τὰ θεῖα πλεονεκτήματα, καὶ οὐκ ἄν τι τῶν πεποιημένων οὐσιωδῶς, ἤτοι κυρίως, τοῦτο ὑπάρχει ποτὲ, ὅπερ ἂν εἴη φυσικῶς κατά τι γοῦν ὁ ἐπὶ πάντων Θεός· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἰρήσθω τῇ κτίσει. Εὑρίσκεται δὲ φυσικῶς ἐνυπάρχοντα τῷ Υἱῷ τὰ τοῦ Πατρὸς ἴδια. Ὁμοούσιος ἄρα ἐστὶν ὡς πρὸς αὐτὸν, καὶ τοσοῦτον τῆς τῶν γενητῶν ὁμογενείας ἀπῳκισμένος, ὅσον ἄν τις ἴδοι καὶ τὸν γεννήσαντα αὐτόν. Διὰ τοῦτο καὶ ἄβατον ἔχει τὸ θεοπρεπὲς ἀξίωμα, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ' ὁλοκλήρως. ΑΛΛΟ. «Ἧν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Εἰ τὸ ἀποστελλόμενον τῷ κόσμῳ φῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Λόγος ἐστὶν ὁ ἒξ αὐτοῦ προελθὼν, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω·» καὶ πάλιν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα·» πρὸς αὐτὸν ἄρα φησὶ καὶ ὁ μακάριος Ψαλμῳδὸς, τὴν πνευματικὴν ἀνακρουόμενος λύραν· «Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεὸς, φῶς εἰς τὸ σκότος μου.» Ὅτε τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν ὁ μακάριος Δαβὶδ ἐν Πνεύματι Κύριον αὐτὸν ὁμολογεῖ καὶ Θεὸν, πῶς ἔσται ποίημα, κατὰ τίνα δὲ τρόπον γενητὸς ὅλως ὁ φύσει Θεός; ΑΛΛΟ. «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Περιαθρείτω μοι πάλιν καὶ τοῦτο τοιῶσδε, καὶ ἀκουέτω καὶ νῦν ὁ φιλεγκλήμων αἱρετικός. Τόπος ὥσπερ οἰκεῖός ἐστιν ἑκάστῳ τῶν ὄντων, ὁ ἴδιος τῆς φύσεως λόγος, ἢ καὶ τὸ τοῦ προσόντος ἀξιώματος μέτρον. Οἷον ἐπὶ μὲν τοῦ λόγου τοῦ κατὰ τὴν φύσιν, ἐγὼ μὲν ἄνθρωπος, ἄγγελος δὲ ἕτερος. Τὸ δὲ ὅσον εἰς ἀξίωμα, τὸ μέν τοι δοῦλόν ἐστι, τὸ δὲ οὐ τοῦτο τυχὸν, ἀλλ' ἐλεύθερον. Ἀλλ' ὅταν τι τούτων τῷ βελτιοῦν εἰδότι συμπλακὲν, ἕτερόν τι