Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.537
Not analysed yet
φαίνηται γεγονὸς παρ' ὅπερ ἦν ἐξ ἀρχῆς, ἐξηλκύσθη τρόπον τινὰ τοῦ οἰκείου τόπου, καὶ πρὸς τὴν τοῦ βελτιοῦντος μετακεχώρηκε θέσιν. Τοῦτο καὶ ἡμεῖς ὑπομείναντες, εἰς υἱότητα τὴν Θεοῦ καὶ Πατρὸς μετέστημεν ἐκ δουλείας, τὸ μὲν οἰκεῖον ἐκβεβηκότες μέτρον, εἰς δὲ τὸ τοῦ χαριζομένου καὶ τοῦτο ἡμῖν μεταπηδήσαντες, εἰ καὶ μὴ τῇ φύσει κατὰ γοῦν τὸ κεκλῆσθαι τέκνα Θεοῦ. Ἆρ' οὖν οὐκ ὠφελῆσθαι τὴν ἀνθρώπου φύσιν κατὰ τοῦτο φήσομεν; Ἀλλ' ἔστιν ὁμολογούμενον. Εἶτα τίς ἔσται τῆς ὠφελείας ὁ τρόπος, εἰ μηδὲν ὅλως τὸ μεταξὺ ποιήματος καὶ Υἱοῦ; Ποία δὲ ὅλως ἐν ἡμῖν φαίνεται μετάστασις ἡ ἐπὶ τὸ ἄμεινον, εἰ μηδὲν ἐν υἱότητι τὸ πλέον παρὰ τὸ πεποιῆσθαι κείσεται; Ἢ πῶς ἂν αὐτοὶ χρηματίσαιμεν υἱοὶ, ὡς λαβόντες ἐν αὐτοῖς τὸν τοῦ Θεοῦ Λόγον, εἰ μὴ κατὰ φύσιν Υἱὸς ὑπάρχει τοῦ Πατρός; Εἰ δὲ Υἱὸς κατὰ φύσιν ἐστὶ, πῶς ἂν εἴη καὶ ποίημα, οὐκ ἐνδεχομένου μὴ πάντως ἐκ τῆς τοῦ γεννήσαντος εἶναι φύσεως, ὅπερ ἂν εἴη γεννηθὲν ὑπό τινος; ΑΛΛΟ. «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, θετὸς ἄρα καὶ διεψευσμένος. Ἀλλ' εἴπερ ἀλήθεια καὶ τῆς ἀληθείας ἐργάτης ἐστὶ, πῶς ἂν εἴη καὶ ἐψευσμένος; Οὐκοῦν κατὰ φύσιν Θεός. Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη γενητός; ΑΛΛΟ. «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Φησί που πρὸς τὸν τῶν ὅλων Δεσπότην ὁ μακάριος προφήτης Ἡσαΐας· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίαν;» Ὅτε τοίνυν Θεοῦ ταῦτα ποιεῖν λεγομένου, Χριστός ἐστιν ἀφαιρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου, πῶς οὐκ ἔστι Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ. «Τῇ ἐπαύριον, φησὶν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.» Ἀναδείκνυσιν ἐν τούτοις μαθητὴν τὸν Φίλιππον ὁ Σωτήρ. Σκόπει δὴ οὖν εἰ μὴ σοφός τις καὶ ἐπ' αὐτῷ διήρτισται λόγος, συναινεῖν ἀναπείθων, ὅτι δὴ καὶ ὑπάρχοι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Πολλῶν ἀεὶ τῷ Σωτῆρι προσεδρευόντων, καὶ μυριάνδρου τοὺς μαθητὰς περιθέοντος πλήθους, ἐπάρας τοὺς ὀφθαλμοὺς, ἔφησεν αὐτοῖς ὁ Σωτήρ· «Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ·» θερισμὸν οὐδὲν ἕτερον εἶναι λέγων, ἢ τοὺς διὰ τῆς πίστεως τῆς εἰς ἑαυτὸν ἀσταχύων δίκην ἀναβλαστῶντας εἰς εὐλάβειαν. Τούτων δὲ τίς ἂν εἴη Κύριος, εἰ μὴ πάντων Θεός; ᾯ δὴ καὶ ὁ Παῦλος διὰ μετανοίας συνάπτεσθαι τοὺς ἔτι κληρονόμους παρακαλεῖ βοῶν· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Ὄτι τοίνυν μόνος ἐστὶ τοῦ θερισμοῦ Κύριος ὁ Θεὸς, ἅτε δὴ πάντων ὑπάρχων