Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.540
Not analysed yet
Δεσπότης καὶ ποιητὴς, αὐτῷ δὲ προσήκειν μόνῳ καὶ τὴν τῶν ἐργατῶν ἀνάδειξιν ἔφησεν ὁ Σωτήρ· εἶτα τοῦτο ποιήσας αὐτὸς ἐξ οἰκείας αὐθεντίας ὁρᾶται· ἀκολουθεῖν γὰρ αὐτῷ κελεύει τὸν Φίλιππον. Θεὸς ἄρα ἐστὶν ἀληθινὸς, ἅτε δὴ καὶ τοῦ θερισμοῦ Κύριος δι' αὐτοῦ καταληφθεὶς τοῦ πράγματος. ΑΛΛΟ. «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρὸς, οἶκον ἐμπορίου.» Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, κατὰ χάριν ἔχει δηλονότι καὶ τὸ κεκλῆσθαι Θεὸς, καὶ θετὸν αὐτῷ τὸ τῆς υἱότητος ὄνομα, καθάπερ οὖν καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασιν, οἷς οὐχ ἡ φύσις τὸ ἀξίωμα προξενοῦσα φαίνεται, ἀλλ' ἡ τοῦ λέγοντος χάρις· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Εἰ τοίνυν οὐκ οὐσιωδῶς Υἱός ἐστιν, ἀδελφὸς ἄρα τῶν κεκλημένων εἰς υἱότητα Θεοῦ. Πῶς οὖν, εἴπῃ τις ἂν εἰκότως, οὐδὲν ἔχων, ὡς πρὸς ἡμᾶς τὸ πλέον εἰς τὸ τῆς υἱότητος ἀξίωμα, τὸν κοινὸν δὴ καὶ πάντων μόνος ἰδιοποιεῖται Πατέρα, λέγων· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου;» Ἐχρῆν γὰρ δὴ τὸν ὄντα δίκαιόν τε καὶ ἀγαθὸν τοῖς ἐμπορευομένοις εἰπεῖν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρὸς ὑμῶν, οἶκον ἐμπορίου. Ἀλλὰ μὴν τοῦτο εἰπὼν οὐ φαίνεται, ἑαυτῷ δὲ μόνῳ τὸ τοῦ Πατρὸς ὄνομα μετὰ πολλῆς τινος ἐπιγράφει τῆς ἐξουσίας. Οἶδεν ἄρα κυρίως ὄντα ἑαυτὸν καὶ κατὰ φύσιν Υἱὸν, οὗ κατὰ μίμησιν ἡμεῖς εἰς τοῦτο παρὰ Θεοῦ κεκλήμεθα. Ὁ δὲ οὕτως ἕχων φύσεως Υἱὸς, πῶς ἂν εἴη γενητός; ΑΛΛΟ. «Τί σημεῖον δεικνύεις ἡμῖν ὄτι ταῦτα ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι ναὸν τὸ ἴδιον ἀποκαλεῖ σῶμα Χριστὸς, καὶ αὐτὸς ἡμῖν ὁ εὐαγγελιστὴς καταστήσει φανερὸν εὐθὺς ἐπάγων· «Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.» Ὅτε οὖν ἠγέρθη ἐκ τῶν νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ, ὅτι τοῦτο ἦν ὃ ἔλεγεν αὐτοῖς. Ναὸς τοιγαροῦν οὐκ ἂν λέγοιτό τι κυρίως καὶ ἀληθῶς μὴ ἐνοικοῦντος ἐν αὐτῷ τοῦ Θεοῦ. Ὥσπερ οὖν καὶ ἐφ' ἡμῶν οὐκ ἄν τις ὀνομάσαι τὸ σῶμα ναὸν τῆς ἐνοικούσης ἐν αὐτῷ ψυχῆς· ναοὶ δὲ τότε χρηματίζομεν, ὅτε διὰ τῆς εἰς Χριστὸν πίστεως τὸ Πνεῦμα ἡμῖν τὸ ἅγιον ἐνοικίζεται. Ναὸς δὲ τὸ σῶμα τοῦ Χριστοῦ δικαίως τε καὶ ἀληθῶς· ἐν αὐτῷ γὰρ εὐδόκησεν ἐγκατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ὡς ὁ Παῦλός φησιν· ἀλλ' ἔστι δῆλον ὡς ὁ Θεὸς Λόγος ὁ ἐνοικήσας ἐστί. Πῶς ἂν οὖν ὑπάρχοι γενητὸς, ὁ ναὸν ἀποδείξας ὡς φύσει Θεὸς τὸ ἐν ᾧπερ ἦν ἄγιον σῶμα; ΑΛΛΟ. «Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευσε αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρ-