Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.552
Not analysed yet
τοιαύτην ἐπ' αὐτῷ μαρτυρίαν, τίς ὁ ποίημα λέγων αὐτὸν, καὶ οὐ διαῤῥήδην τῇ τοῦ πάντων κρατοῦντος ἀπομαχόμενος γνώσει, ἣν ἔχει περὶ τοῦ ἰδίου γεννήματος; Ὁ δὲ τοιοῦτος πῶς ἂν ὅλως φαίνοιτο σωφρονῶν; ΑΛΛΟ. «Ἐγὼ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου. Τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκεν.» Εἰ [fort. εἰς] τὸ δύνασθαι μαρτυρεῖν περὶ αὐτοῦ, μικρὰν μὲν εἶναι τυχὸν τὴν Ἰωάννου φωνὴν διαβεβαιοῦται Χριστὸς, οὐχ ὡς Ἰωάννου τὸ ἀξιόχρεων ἐν τῷ μαρτυρεῖν οὐκ ἔχοντος ἀληθῶς (ἐπεί πως ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ τοῦτο ἀπεσταλμένος παρὰ τοῦ Θεοῦ), ἀλλ' ὅτι παρὰ τοῖς ἀνοσίοις Ἰουδαίοις ἐν τῷ μηδενὶ λελόγισται καὶ αὐτὸς, καίτοι τοσοῦτος ὑπάρχων εἰς ἀρετήν. Ἀξιολογωτάτην δ' οὖν ὅμως τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν ἔσεσθαί φησιν, ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς προελθών. Ἀπὸ γὰρ τῆς ἐν τοῖς ἔργοις μεγαλειότητος ἀξιοῖ γνωρίζεσθαι, καθά φησιν αὐτὸς, ὅτιπερ αὐτοῦ Πατρὸς ἐξῆλθε καὶ ἥκει, ὡς οὐκ ἂν ἰσχύσας ἐργάσασθαί τι τῶν ὅσα μόνῳ πρέπει Θεῷ, εἴπερ ἦν ὄντως ἑτεροφυὴς ὡς πρὸς τὸν γεννήσαντα αὐτόν. Ὅταν οὖν φαίνηται τοσαῦτα ἰσχύων ὅσα καὶ ὁ Πατὴρ, πῶς οὐκ ἀναγκαῖον Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὄντα πιστεύειν, καὶ μὴ ποίημα λέγοντας βλασφημεῖν ἀσεβῶς τε καὶ ἀμαθῶς; ΑΛΛΟ. «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Πῶς ἐλήλυθεν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ὁ Υἱός; ὡς Θεὸς δηλονότι, ὡς Κύριος, ὡς ζωὴ, ὡς παντοκράτωρ, ὡς φῶς, ὡς ζωογονεῖν τοὺς νεκροὺς δυνάμενος. Ταῦτα γάρ ἐστιν ὁ Πατήρ. Ἀλλ' εἴπερ ἐστὶν ἀλήθεια κατὰ φύσιν ὁ Υἱὸς, ἔστι δὲ πάντως, οὐδὲν τῶν εἰρημένων ἐν αὐτῷ διεψευσμένον εὑρεθήσεται· ὁ δὲ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατὴρ, πῶς ἂν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐτόν· ΑΛΛΟ. «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ.» Ἀπεστάλθαι φησὶ παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸν τῆς ὑπακοῆς τε καὶ ἐνανθρωπήσεως τρόπον. Ἑαυτὸν γὰρ ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ γέγονεν ὑπήκοος μέχρι θανάτου· ἢ καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ τικτόμενόν τε καὶ ἐκπεμπόμενον φῶς, ἢ καὶ ἐκ πυρὸς θερμότης, ἀμερίστως τε καὶ ἀδιαστάτως ἐπὶ τὸν μετέχοντα διατρέχουσα, ζῇν δὲ πάλιν διὰ τὸν Πατέρα φησὶν, οὐ ζωῆς μέτοχος, καθάπερ ἡμεῖς, γινόμενος, ἀλλ' ὡς τῆς Πατρὸς ἰδιότητος φυσικῶς διαβαινούσης εἰς αὐτὸν, ἅτε δὴ καὶ Υἱὸν ὄντα, καὶ οὐσιωδῶς ἐξ αὐτοῦ προεληλυθότα. Ἰδιότητος δὲ τοῦ Πατρὸς τὸ ζῇν. Τοῦτο δὴ οὖν ὑπάρχει καὶ ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ἦν