Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.564
Not analysed yet
»Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον καὶ δημιουργεῖ καὶ ἀνακαινίζει τὰ πάντα, τοιαύτην ἔχον τὴν φύσιν, πῶς ἂν εἴη γενητὸς, ἢ πῶς ἂν κτίσμα νοοῖτο κατὰ φύσιν ὁ Υἱὸς, ὁ τοῦ κτίζειν ἰσχύοντος Πνεύματος χορηγός; ΑΛΛΟ. Θωμᾶς ὁ μακάριος μαθητὴς ἀπαγγελλόντων αὐτῷ τῶν συναποστόλων, ὅτι δὴ Τεθεάμεθα τὸν Κύριον ἐκ νεκρῶν ἐγηγερμένον, ὀλίγον ἀπιστήσας φησίν· «Ἐὰν μὴ βάλω τὰς χεῖράς μου εἰς τοὺς τύπους τῶν ἥλων, οὐ μὴ πιστεύσω.» Ἐπειδὴ δὲ παρῆν ὁ Σωτὴρ καὶ αὐτὸν ἀποπείσων, καὶ δὴ καὶ τὰς χεῖρας τοῖς τύποις τῶν ἥλων ἐντιθέναι προσέταττεν, ἀνακεκλημένος εἰς πίστιν ὁ μαθητὴς λέγει πρὸς αὐτόν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καὶ τοῦτο εἰπὼν, οὐ μόνον παρὰ τοῖς τὸ τηνικάδε συμβιοτεύουσιν αὐτῷ, ἀλλὰ μέχρι νῦν καὶ παρ' ἡμῖν θαυμάζεται, ὡς ὀρθῶς δηλονότι καὶ ἀληθῶς περὶ τοῦ Σωτῆρος διαλαβών. Εἰ τοίνυν καὶ Κύριός ἐστι καὶ Θεὸς, πῶς ἔσται τῶν ποιηθέντων εἷς; πᾶν γὰρ τὸ πεποιημένον, καὶ δοῦλον τῇ φύσει, καὶ οὐ Θεὸς κατὰ φύσιν· ὁ δὲ Σωτὴρ φύσει Κύριος καὶ Θεὸς, οὐκ ἄρα γενητὸς, ᾧ τὰ τῆς θείας οὐσίας ἐφήρμοσται κάλλη. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ κτίσμα κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, οὕτω δὲ ἔχοντι κατ' ἐκείνους φησὶν ὁ Θωμᾶς, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου,» καὶ τὸ ἐκ τῆς δυσφημίας ἔγκλημα διαπέφευγε, ὡς ἐξὸν καὶ κτίσματι ταῦτα καλεῖσθαι, τί κωλύσει καὶ ἀγγέλοις καὶ ἑκάστῳ τῶν ἁγίων τυχὸν τοῦτο λέγειν ἡμῶν, ὅταν αὐτοὺς ἐπί τισι παραδόξοις θαυμάζωμεν; Ἀλλ' οὐκ ἄν τις εἴποι νοῦν ἔχων ἑνὶ τῶν κατειλεγμένων τὴν τοιαύτην φωνὴν, ὡς μόνῳ πρέπουσαν Θεῷ, μακράν τε εἶναί φαμεν τοῦ διεσφάλθαι τὸν μαθητήν. Οὐκοῦν ἀληθεύει Θεὸν αὐτὸν ἀποκαλῶν καὶ Κύριον· ὁ δὲ τοῦτο ὑπάρχων φυσικῶς, καὶ οὕτω κεκλημένος, κατὰ τίνα τρόπον ἔσται γενητός; ΑΛΛΟ. «Πολλὰ μὲν, φησὶ, οὖν καὶ ἄλλα ἐποίησε σημεῖα ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ.» Λεγέτωσαν ἡμῖν οἱ θεομαχεῖν ἀνοήτως ἀποτολμῶντες Ἀρειανοὶ, εἰ ποίημα λέγοντες τὸν Χριστὸν, καθὸ Λόγος ἐστὶν, Υἱὸν αὐτὸν ὁμολογοῦμεν τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ' οἶμαί γε σφόδρα κατηγορήσειν αὐτοὺς τῆς ἑαυτῶν ἀβουλίας, εἰς τὸν ἐπὶ τούτοις ἀναβλέποντας λογισμὸν, καὶ τί μὲν ἔστι τὸ ποιηθὲν, τί δὲ τὸ γενηθὲν ὑπό του θεωρήσαντας ἀκριβῶς. Τὸ μὲν γὰρ ποιηθὲν οὐκ ἐκ τῆς οὐσίας τοῦ ποιοῦντος λαμβάνεται· τὸ δὲ γεννώμενον, τὴν τοῦ